Cyclops
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἐφεστίους ξενικοὺς ἱκτῆρας ἐκθύει δόμων,
- ἑφθά τε δαινύμενος, μυσαροῖσί τ’ ὀδοῦσιν
- κόπτων βρύκων
- ἀνθρώπων θέρμ’ ἀπ’ ἀνθράκων κρέα,
- ---
- Μή μοι μὴ προσδίδου·
- μόνος μόνῳ γέμιζε πορθμίδος σκάφος.
- χαιρέτω μὲν αὖλις ἅδε,
- χαιρέτω δὲ θυμάτων
- ἀποβώμιος ἃν ἔχει θυσίαν
- Κύκλωψ Αἰτναῖος ξενικῶν
- κρεῶν κεχαρμένος βορᾷ.
- ὦ Ζεῦ, τί λέξω, δείν’ ἰδὼν ἄντρων ἔσω
- κοὐ πιστά, μύθοις εἰκότ’, οὐδ’ ἔργοις βροτῶν;
- τί δ’ ἔστ’, Ὀδυσσεῦ; μῶν τεθοίναται σέθεν
- φίλους ἑταίρους ἀνοσιώτατος Κύκλωψ;
- δισσούς γ’ ἀθρήσας κἀπιβαστάσας χεροῖν,
- οἳ σαρκὸς εἶχον εὐτραφέστατον πάχος.
- πῶς, ὦ ταλαίπωρ’, ἦτε πάσχοντες τάδε;
- ἐπεὶ πετραίαν τήνδ’ ἐσήλθομεν χθόνα,