Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ὦ Παλλάς, ὦ δέσποινα Διογενὲς θεά,
  2. νῦν νῦν ἄρηξον· κρείσσονας γὰρ Ἰλίου
  3. πόνους ἀφῖγμαι κἀπὶ κινδύνου βάθρα.
  4. σύ τ’, ὦ φαεννῶν ἀστέρων οἰκῶν ἕδρας
  5. Ζεῦ ξένι’, ὅρα τάδ’· εἰ γὰρ αὐτὰ μὴ βλέπεις,
  6. ἄλλως νομίζῃ Ζεὺς τὸ μηδὲν ὢν θεός.
Χορός
  1. Εὐρείας φάρυγγος, ὦ Κύκλωψ,
  2. ἀναστόμου τὸ χεῖλος· ὡς ἕτοιμά σοι
  3. ἑφθὰ καὶ ὀπτὰ καὶ ἀνθρακιᾶς ἄπο ---
  4. χναύειν, βρύκειν,
  5. κρεοκοπεῖν μέλη ξένων,
  6. δασυμάλλῳ ἐν αἰγίδι κλινομένῳ.
Χορός
  1. Μή μοι μὴ προσδίδου·
  2. μόνος μόνῳ γέμιζε πορθμίδος σκάφος.
  3. χαιρέτω μὲν αὖλις ἅδε,
  4. χαιρέτω δὲ θυμάτων
  5. ἀποβώμιος ἃν ἔχει θυσίαν
  6. Κύκλωψ Αἰτναῖος ξενικῶν
  7. κρεῶν κεχαρμένος βορᾷ.
Χορός
  1. Νηλής, ὦ τλᾶμον, ὅστις δωμάτων