Cyclops
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- δοραῖσι θηρῶν σῶμα περιβαλὼν ἐμὸν
- καὶ πῦρ ἀναίθων—χιόνος οὐδέν μοι μέλει.
- ἡ γῆ δ’ ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ,
- τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά.
- ἁγὼ οὔτινι θύω πλὴν ἐμοί, θεοῖσι δ’ οὔ,
- καὶ τῇ μεγίστῃ, γαστρὶ τῇδε, δαιμόνων.
- ὡς τοὐμπιεῖν γε κὰμφαγεῖν τοὐφ’ ἡμέραν
- Ζεὺς οὗτος ἀνθρώποισι τοῖσι σώφροσιν,
- λυπεῖν δὲ μηδὲν αὑτόν. οἳ δὲ τοὺς νόμους
- ἔθεντο ποικίλλοντες ἀνθρώπων βίον,
- κλαίειν ἄνωγα· τὴν δ’ ἐμὴν ψυχὴν ἐγὼ
- οὐ παύσομαι δρῶν εὖ—κατεσθίων τε σέ.
- ξένιά τε λήψῃ τοιάδ’, ὡς ἄμεμπτος ὦ,
- πῦρ καὶ πατρῷον τόνδε λέβητά γ’, ὃς ζέσας
- σὴν σάρκα διαφόρητον ἀμφέξει καλῶς.
- ἀλλ’ ἕρπετ’ εἴσω, τῷ κατ’ αὔλιον θεῷ
- ἵν’ ἀμφὶ βωμὸν στάντες εὐωχῆτέ με.
- αἰαῖ, πόνους μὲν Τρωικοὺς ὑπεξέδυν
- θαλασσίους τε, νῦν δ’ ἐς ἀνδρὸς ἀνοσίου
- γνώμην κατέσχον ἀλίμενόν τε καρδίαν.