Cyclops
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- πάρες τὸ μάργον σῆς γνάθου, τὸ δ’ εὐσεβὲς
- τῆς δυσσεβείας ἀνθελοῦ· πολλοῖσι γὰρ
- κέρδη πονηρὰ ζημίαν ἠμείψατο.
- παραινέσαι σοι βούλομαι· τῶν γὰρ κρεῶν
- μηδὲν λίπῃς τοῦδ’, ἤν τε τὴν γλῶσσαν δάκῃς,
- κομψὸς γενήσῃ καὶ λαλίστατος, Κύκλωψ.
- ὁ πλοῦτος, ἀνθρωπίσκε, τοῖς σοφοῖς θεός,
- τὰ δ’ ἄλλα κόμποι καὶ λόγων εὐμορφίαι.
- ἄκρας δ’ ἐναλίας ἃς καθίδρυται πατὴρ
- χαίρειν κελεύω· τί τάδε προυστήσω λόγῳ;
- Ζηνὸς δ’ ἐγὼ κεραυνὸν οὐ φρίσσω, ξένε,
- οὐδ’ οἶδ’ ὅ τι Ζεύς ἐστ’ ἐμοῦ κρείσσων θεός.
- οὔ μοι μέλει τὸ λοιπόν· ὡς δ’ οὔ μοι μέλει,
- ἄκουσον. ὅταν ἄνωθεν ὄμβρον ἐκχέῃ,
- ἐν τῇδε πέτρᾳ στέγν’ ἔχων σκηνώματα,
- ἢ μόσχον ὀπτὸν ἤ τι θήρειον δάκος
- δαινύμενος, εὖ τέγγων τε γαστέρ’ ὑπτίαν,
- ἐπεκπιὼν γάλακτος ἀμφορέα, πέπλον
- κρούω, Διὸς βρονταῖσιν εἰς ἔριν κτυπῶν.
- ὅταν δὲ βορέας χιόνα Θρῄκιος χέῃ,