Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. οἳ τὸν σόν, ὦναξ, πατέρ’ ἔχειν νεῶν ἕδρας
  2. ἐρρυσάμεσθα γῆς ἐν Ἑλλάδος μυχοῖς.
  3. ἱερεύς τ’ ἄθραυστος Ταινάρου μένει λιμὴν
  4. Μαλέας τ’ ἄκροι κευθμῶνες ἥ τε Σουνίου
  5. δίας Ἀθάνας σῶς ὑπάργυρος πέτρα
  6. Γεραίστιοί τε καταφυγαί· τὰ θ’ Ἑλλάδος
  7. δύσφρον’ ὀνείδη Φρυξὶν οὐκ ἐδώκαμεν·
  8. ὧν καὶ σὺ κοινοῖ· γῆς γὰρ Ἑλλάδος μυχοὺς
  9. οἰκεῖς ὑπ’ Αἴτνῃ, τῇ πυριστάκτῳ πέτρᾳ.
  10. νόμος δὲ θνητοῖς, εἰ λόγους ἀποστρέφῃ,
  11. ἱκέτας δέχεσθαι ποντίους ἐφθαρμένους
  12. ξένιά τε δοῦναι καὶ πέπλοις ἐπαρκέσαι,
  13. οὐκ ἀμφὶ βουπόροισι πηχθέντας μέλη
  14. ὀβελοῖσι νηδὺν καὶ γνάθον πλῆσαι σέθεν.
  15. ἅλις δὲ Πριάμου γαῖ’ ἐχήρωσ’ Ἑλλάδα,
  16. πολλῶν νεκρῶν πιοῦσα δοριπετῆ φόνον,
  17. ἀλόχους τ’ ἀνάνδρους γραῦς τ’ ἄπαιδας ὤλεσεν
  18. πολιούς τε πατέρας. εἰ δὲ τοὺς λελειμμένους
  19. σὺ συμπυρώσας δαῖτ’ ἀναλώσεις πικράν,
  20. ποῖ τρέψεταί τις; ἀλλ’ ἐμοὶ πιθοῦ, Κύκλωψ·