Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. αὐτὸς ἔχ’. ἔγωγε τοῖς ξένοις τὰ χρήματα
  2. περνάντα σ’ εἶδον· εἰ δ’ ἐγὼ ψευδῆ λέγω,
  3. ἀπόλοιθ’ ὁ πατήρ μου· τοὺς ξένους δὲ μὴ ἀδίκει.
Κύκλωψ
  1. ψεύδεσθ’· ἔγωγε τῷδε τοῦ Ῥαδαμάνθυος
  2. μᾶλλον πέποιθα καὶ δικαιότερον λέγω.
  3. θέλω δ’ ἐρέσθαι· πόθεν ἐπλεύσατ’, ὦ ξένοι;
  4. ποδαποί; τίς ὑμᾶς ἐξεπαίδευσεν πόλις;
Ὀδυσσεύς
  1. Ἰθακήσιοι μὲν τὸ γένος, Ἰλίου δ’ ἄπο,
  2. πέρσαντες ἄστυ, πνεύμασιν θαλασσίοις
  3. σὴν γαῖαν ἐξωσθέντες ἥκομεν, Κύκλωψ.
Κύκλωψ
  1. ἦ τῆς κακίστης οἳ μετήλθεθ’ ἁρπαγὰς
  2. Ἑλένης Σκαμάνδρου γείτον’ Ἰλίου πόλιν;
Ὀδυσσεύς
  1. οὗτοι, πόνον τὸν δεινὸν ἐξηντληκότες.
Κύκλωψ
  1. αἰσχρὸν στράτευμά γ’, οἵτινες μιᾶς χάριν
  2. γυναικὸς ἐξεπλεύσατ’ ἐς γαῖαν Φρυγῶν.
Ὀδυσσεύς
  1. θεοῦ τὸ πρᾶγμα· μηδέν’ αἰτιῶ βροτῶν.
  2. ἡμεῖς δέ σ’, ὦ θεοῦ ποντίου γενναῖε παῖ,
  3. ἱκετεύομέν τε καὶ λέγομεν ἐλευθέρως·
  4. μὴ τλῇς πρὸς ἄντρα σοι ἐσαφιγμένους φίλους
  5. κτανεῖν βοράν τε δυσσεβῆ θέσθαι γνάθοις·