Cyclops
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἡδίον’ ἐστίν. οὐ γὰρ αὖ νεωστί γε
- ἄλλοι πρὸς ἄντρα σοι ἐσαφίκοντο ξένοι.
- Κύκλωψ, ἄκουσον ἐν μέρει καὶ τῶν ξένων.
- ἡμεῖς βορᾶς χρῄζοντες ἐμπολὴν λαβεῖν
- σῶν ἆσσον ἄντρων ἤλθομεν νεὼς ἄπο.
- τοὺς δ’ ἄρνας ἡμῖν οὗτος ἀντ’ οἴνου σκύφου
- ἀπημπόλα τε κἀδίδου πιεῖν λαβὼν
- ἑκὼν ἑκοῦσι, κοὐδὲν ἦν τούτων βίᾳ.
- ἀλλ’ οὗτος ὑγιὲς οὐδὲν ὧν φησιν λέγει,
- ἐπεὶ κατελήφθη σοῦ λάθρᾳ πωλῶν τὰ σά.
- ἐγώ; κακῶς γὰρ ἐξόλοι’.
- εἰ ψεύδομαι.
- μὰ τὸν Ποσειδῶ τὸν τεκόντα σ’, ὦ Κύκλωψ,
- μὰ τὸν μέγαν Τρίτωνα καὶ τὸν Νηρέα,
- μὰ τὴν Καλυψὼ τάς τε Νηρέως κόρας,
- τά θ’ ἱερὰ κύματ’ ἰχθύων τε πᾶν γένος,
- ἀπώμοσ’, ὦ κάλλιστον ὦ Κυκλώπιον,
- ὦ δεσποτίσκε, μὴ τὰ σ’ ἐξοδᾶν ἐγὼ
- ξένοισι χρήματ’. ἢ κακῶς οὗτοι κακοὶ
- οἱ παῖδες ἀπόλοινθ’, οὓς μάλιστ’ ἐγὼ φιλῶ.