Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἔλεγον ἐγὼ τάδ’· οἳ δ’ ἐφόρουν τὰ χρήματα·
  2. καὶ τόν γε τυρὸν οὐκ ἐῶντος ἤσθιον
  3. τούς τ’ ἄρνας ἐξεφοροῦντο· δήσαντες δὲ σὲ
  4. κλῳῷ τριπήχει, κᾆτα τὸν ὀφθαλμὸν μέσον
  5. ---
  6. τὰ σπλάγχν’ ἔφασκον ἐξαμήσεσθαι βίᾳ,
  7. μάστιγί τ’ εὖ τὸ νῶτον ἀποθλίψειν σέθεν,
  8. κἄπειτα συνδήσαντες ἐς θἁδώλια
  9. τῆς νηὸς ἐμβαλόντες ἀποδώσειν τινὶ
  10. πέτρους μοχλεύειν, ἢ ’ς μυλῶνα καταβαλεῖν.
Κύκλωψ
  1. ἄληθες; οὔκουν κοπίδας ὡς τάχιστ’ ἰὼν
  2. θήξεις μαχαίρας καὶ μέγαν φάκελον ξύλων
  3. ἐπιθεὶς ἀνάψεις; ὡς σφαγέντες αὐτίκα
  4. πλήσουσι νηδὺν τὴν ἐμὴν ἀπ’ ἄνθρακος
  5. θερμὴν ἔδοντος δαῖτα τῷ κρεανόμῳ,
  6. τὰ δ’ ἐκ λέβητος ἑφθὰ καὶ τετηκότα.
  7. ὡς ἔκπλεώς γε δαιτός εἰμ’ ὀρεσκόου·
  8. ἅλις λεόντων ἐστί μοι θοινωμένῳ
  9. ἐλάφων τε, χρόνιος δ’ εἴμ’ ἀπ’ ἀνθρώπων βορᾶς.
Σιληνός
  1. τὰ καινά γ’ ἐκ τῶν ἠθάδων, ὦ δέσποτα,