Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἰδού, πρὸς αὐτὸν τὸν Δί’ ἀνακεκύφαμεν,
  2. καὶ τἄστρα καὶ τὸν Ὠρίωνα δέρκομαι.
Κύκλωψ
  1. ἄριστόν ἐστιν εὖ παρεσκευασμένον;
Χορός
  1. πάρεστιν. ὁ φάρυγξ εὐτρεπὴς ἔστω μόνον.
Κύκλωψ
  1. ἦ καὶ γάλακτός εἰσι κρατῆρες πλέῳ;
Χορός
  1. ὥστ’ ἐκπιεῖν γέ σ’, ἢν θέλῃς, ὅλον πίθον.
Κύκλωψ
  1. μήλειον ἢ βόειον ἢ μεμιγμένον;
Χορός
  1. ὧν ἂν θέλῃς σύ, μὴ ’μὲ καταπίῃς μόνον.
Κύκλωψ
  1. ἥκιστ’· ἐπεί μ’ ἂν ἐν μέσῃ τῇ γαστέρι
  2. πηδῶντες ἀπολέσαιτ’ ἂν ὑπὸ τῶν σχημάτων.
  3. ἔα· τίν’ ὄχλον τόνδ’ ὁρῶ πρὸς αὐλίοις;
  4. λῃσταί τινες κατέσχον ἢ κλῶπες χθόνα;
  5. ὁρῶ γέ τοι τούσδ’ ἄρνας ἐξ ἄντρων ἐμῶν
  6. στρεπταῖς λύγοισι σῶμα συμπεπλεγμένους,
  7. τεύχη τε τυρῶν συμμιγῆ, γέροντά τε
  8. πληγαῖς πρόσωπον φαλακρὸν ἐξῳδηκότα.
Σιληνός
  1. ὤμοι, πυρέσσω συγκεκομμένος τάλας.
Κύκλωψ
  1. ὑπὸ τοῦ; τίς ἐς σὸν κρᾶτ’ ἐπύκτευσεν, γέρον;
Σιληνός
  1. ὑπὸ τῶνδε, Κύκλωψ, ὅτι τὰ σ’ οὐκ εἴων φέρειν.
Κύκλωψ
  1. οὐκ ᾖσαν ὄντα θεόν με καὶ θεῶν ἄπο;