Cyclops
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- βότρυος ἐμοὶ πῶμ’ ἀντιδόντες εὐίου.
- —οἴμοι· Κύκλωψ ὅδ’ ἔρχεται· τί δράσομεν;
- ἀπολώλαμεν γάρ, ὦ γέρον· ποῖ χρὴ φυγεῖν;
- ἔσω πέτρας τῆσδ’, οὗπερ ἂν λάθοιτέ γε.
- δεινὸν τόδ’ εἶπας, ἀρκύων μολεῖν ἔσω.
- οὐ δεινόν· εἰσὶ καταφυγαὶ πολλαὶ πέτρας.
- οὐ δῆτ’· ἐπεί τἂν μεγάλα γ’ ἡ Τροία στένοι,
- εἰ φευξόμεσθ’ ἕν’ ἄνδρα, μυρίον δ’ ὄχλον
- Φρυγῶν ὑπέστην πολλάκις σὺν ἀσπίδι.
- ἀλλ’, εἰ θανεῖν δεῖ, κατθανούμεθ’ εὐγενῶς,
- ἢ ζῶντες αἶνον τὸν πάρος συσσώσομεν.
- ἄνεχε· πάρεχε· τί τάδε· τίς ἡ ῥᾳθυμία;
- τί βακχιάζετ’; οὐχὶ Διόνυσος τάδε,
- οὐ κρόταλα χαλκοῦ τυμπάνων τ’ ἀράγματα.
- πῶς μοι κατ’ ἄντρα νεόγονα βλαστήματα;
- ἦ πρός γε μαστοῖς εἰσι χὑπὸ μητέρων
- πλευρὰς τρέχουσι, σχοινίνοις τ’ ἐν τεύχεσιν
- πλήρωμα τυρῶν ἐστιν ἐξημελγμένον;
- τί φατε; τί λέγετε; τάχα τις ὑμῶν τῷ ξύλῳ
- δάκρυα μεθήσει· βλέπετ’ ἄνω καὶ μὴ κάτω.