Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. [*](τὰ τοῦ δράματος πρόσωπαΣιληνόςΧορός ΣατύρωνὈδυσσεύςΚύκλωψ)
    Σιληνός
    1. Ὦ Βρόμιε, διὰ σὲ μυρίους ἔχω πόνους
    2. νῦν χὥτ’ ἐν ἥβῃ τοὐμὸν εὐσθένει δέμας·
    3. πρῶτον μέν, ἡνίκ’ ἐμμανὴς Ἥρας ὕπο
    4. Νύμφας ὀρείας ἐκλιπὼν ᾤχου τροφούς·
    5. ἔπειτά γ’ ἀμφὶ γηγενῆ μάχην δορὸς
    6. ἐνδέξιος σῷ ποδὶ παρασπιστὴς γεγὼς
    7. Ἐγκέλαδον ἰτέαν εἰς μέσην θενὼν δορὶ
    8. ἔκτεινα—φέρ’ ἴδω, τοῦτ’ ἰδὼν ὄναρ λέγω;
    9. οὐ μὰ Δί’, ἐπεὶ καὶ σκῦλ’ ἔδειξα βακχίῳ.
    10. καὶ νῦν ἐκείνων μείζον’ ἐξαντλῶ πόνον.
    11. ἐπεὶ γὰρ Ἥρα σοι γένος Τυρσηνικὸν
    12. λῃστῶν ἐπῶρσεν, ὡς ὁδηθείης μακράν,
    13. ἐγὼ πυθόμενος σὺν τέκνοισι ναυστολῶ
    14. σέθεν κατὰ ζήτησιν. ἐν πρύμνῃ δ’ ἄκρᾳ
    15. αὐτὸς λαβὼν ηὔθυνον ἀμφῆρες δόρυ,
    16. παῖδες δ’ ἐρετμοῖς ἥμενοι γλαυκὴν ἅλα
    17. ῥοθίοισι λευκαίνοντες ἐζήτουν σ’, ἄναξ.
    18. ἤδη δὲ Μαλέας πλησίον πεπλευκότας
    19. ἀπηλιώτης ἄνεμος ἐμπνεύσας δορὶ