Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. κακῶν τε λῆστις. εἶτ’ ἐγὼ οὐ κυνήσομαι
  2. τοιόνδε πῶμα, τὴν Κύκλωπος ἀμαθίαν
  3. κλαίειν κελεύων καὶ τὸν ὀφθαλμὸν μέσον;
Χορός
  1. ἄκου’, Ὀδυσσεῦ· διαλαλήσωμέν τί σοι.
Ὀδυσσεύς
  1. καὶ μὴν φίλοι γε προσφέρεσθε πρὸς φίλον.
Χορός
  1. ἐλάβετε Τροίαν τὴν Ἑλένην τε χειρίαν;
Ὀδυσσεύς
  1. καὶ πάντα γ’ οἶκον Πριαμιδῶν ἐπέρσαμεν.
Χορός
  1. οὔκουν, ἐπειδὴ τὴν νεᾶνιν εἵλετε,
  2. ἅπαντες αὐτὴν διεκροτήσατ’ ἐν μέρει,
  3. ἐπεί γε πολλοῖς ἥδεται γαμουμένη;
  4. τὴν προδότιν, ἣ τοὺς θυλάκους τοὺς ποικίλους
  5. περὶ τοῖν σκελοῖν ἰδοῦσα καὶ τὸν χρύσεον
  6. κλῳὸν φοροῦντα περὶ μέσον τὸν αὐχένα
  7. ἐξεπτοήθη, Μενέλεων, ἀνθρώπιον
  8. λῷστον, λιποῦσα. μηδαμοῦ γένος ποτὲ
  9. φῦναι γυναικῶν ὤφελ’ — εἰ μὴ ’μοὶ μόνῳ.
Σιληνός
  1. ἰδοὺ τάδ’ ὑμῖν ποιμένων βοσκήματα,
  2. ἄναξ Ὀδυσσεῦ, μηκάδων ἀρνῶν τροφαί,
  3. πηκτοῦ γάλακτός τ’ οὐ σπάνια τυρεύματα.
  4. φέρεσθε· χωρεῖθ’ ὡς τάχιστ’ ἄντρων ἄπο,