Cyclops
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- παπαιάξ, ὡς καλὴν ὀσμὴν ἔχει.
- εἶδες γὰρ αὐτήν;
- οὐ μὰ Δί’, ἀλλ’ ὀσφραίνομαι.
- γεῦσαί νυν, ὡς ἂν μὴ λόγῳ ’’παινῇς μόνον.
- βαβαί· χορεῦσαι παρακαλεῖ μ’ ὁ Βάκχιος.
- ἆ ἆ ἆ.
- μῶν τὸν λάρυγγα διεκάναξέ σου καλῶς;
- ὥστ’ εἰς ἄκρους γε τοὺς ὄνυχας ἀφίκετο.
- πρὸς τῷδε μέντοι καὶ νόμισμα δώσομεν.
- χάλα τὸν ἀσκὸν μόνον· ἔα τὸ χρυσίον.
- ἐκφέρετέ νυν τυρεύματ’ ἢ μήλων τόκον.
- δράσω τάδ’, ὀλίγον φροντίσας γε δεσποτῶν.
- ὡς ἐκπιεῖν γ’ ἂν κύλικα μαινοίμην μίαν,
- πάντων Κυκλώπων ἀντιδοὺς βοσκήματα,
- ῥῖψαι τ’ ἐς ἅλμην Λευκάδος πέτρας ἄπο,
- ἅπαξ μεθυσθεὶς καταβαλών τε τὰς ὀφρῦς.
- ὡς ὅς γε πίνων μὴ γέγηθε μαίνεται·
- ἵν’ ἔστι τουτί τ’ ὀρθὸν ἐξανιστάναι
- μαστοῦ τε δραγμὸς καὶ παρεσκευασμένου
- ψαῦσαι χεροῖν λειμῶνος, ὀρχηστύς θ’ ἅμα