Cyclops
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἀλλ’ ἡδὺ λιμοῦ καὶ τόδε σχετήριον.
- καὶ τυρὸς ὀπίας ἔστι καὶ βοὸς γάλα.
- ἐκφέρετε· φῶς γὰρ ἐμπολήμασιν πρέπει.
- σὺ δ’ ἀντιδώσεις, εἰπέ μοι, χρυσὸν πόσον;
- οὐ χρυσόν, ἀλλὰ πῶμα Διονύσου φέρω.
- ὦ φίλτατ’ εἰπών, οὗ σπανίζομεν πάλαι.
- καὶ μὴν Μάρων μοι πῶμ’ ἔδωκε, παῖς θεοῦ.
- ὃν ἐξέθρεψα ταῖσδ’ ἐγώ ποτ’ ἀγκάλαις;
- ὁ Βακχίου παῖς, ὡς σαφέστερον μάθῃς.
- ἐν σέλμασιν νεώς ἐστιν, ἢ φέρεις σύ νιν;
- ὅδ’ ἁσκὸς ὃς κεύθει νιν· ὡς ὁρᾷς, γέρον.
- οὗτος μὲν οὐδ’ ἂν τὴν γνάθον πλήσειέ μου.
- ναί·
- δὶς γὰρ τόσον πῶμ’ ὅσον ἂν ἐξ ἀσκοῦ ῥυῇ.
- καλήν γε κρήνην εἶπας ἡδεῖάν τ’ ἐμοί.
- βούλῃ σε γεύσω πρῶτον ἄκρατον μέθυ;
- δίκαιον· ἦ γὰρ γεῦμα τὴν ὠνὴν καλεῖ.
- καὶ μὴν ἐφέλκω καὶ ποτῆρ’ ἀσκοῦ μέτα.
- φέρ’ ἐκπάταξον, ὡς ἀναμνησθῶ πιών.
- ἰδού.