Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. λῃστὰς διώκων οἳ Βρόμιον ἀνήρπασαν.
Ὀδυσσεύς
  1. τίς δ’ ἥδε χώρα καὶ τίνες ναίουσί νιν;
Σιληνός
  1. Αἰτναῖος ὄχθος Σικελίας ὑπέρτατος.
Ὀδυσσεύς
  1. τείχη δὲ ποῦ ’στι καὶ πόλεως πυργώματα;
Σιληνός
  1. οὐκ εἴσ’· ἔρημοι πρῶνες ἀνθρώπων, ξένε.
Ὀδυσσεύς
  1. τίνες δ’ ἔχουσι γαῖαν; ἦ θηρῶν γένος;
Σιληνός
  1. Κύκλωπες, ἄντρ’ ἔχοντες, οὐ στέγας δόμων.