Cyclops
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἐκεῖνος οὗτός εἰμι· λοιδόρει δὲ μή·
- πόθεν Σικελίαν τήνδε ναυστολῶν πάρει;
- ἐξ Ἰλίου γε κἀπὸ Τρωικῶν πόνων.
- πῶς; πορθμὸν οὐκ ᾔδησθα πατρῴας χθονός;
- ἀνέμων θύελλαι δεῦρό μ’ ἥρπασαν βίᾳ.
- παπαῖ· τὸν αὐτὸν δαίμον’ ἐξαντλεῖς ἐμοί.
- ἦ καὶ σὺ δεῦρο πρὸς βίαν ἀπεστάλης;