Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τίνος κλύοντες; ἢ δεδήμευται κράτος;
Σιληνός
  1. νομάδες· ἀκούει δ’ οὐδὲν οὐδεὶς οὐδενός.
Ὀδυσσεύς
  1. σπείρουσι δ’—ἢ τῷ ζῶσι;—Δήμητρος στάχυν;
Σιληνός
  1. γάλακτι καὶ τυροῖσι καὶ μήλων βορᾷ.
Ὀδυσσεύς
  1. Βρομίου δὲ πῶμ’ ἔχουσιν, ἀμπέλου ῥοαῖς;
Σιληνός
  1. ἥκιστα· τοιγὰρ ἄχορον οἰκοῦσι χθόνα.
Ὀδυσσεύς
  1. φιλόξενοι δὲ χὥσιοι περὶ ξένους;