Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- ὄλβω ἀπαρχόμενοι· μάλα γάρ σφισι πίονι μέτρῳ
- ἁ δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν.
- ἀλλʼ ἄγε δή—ξυνὰ γὰρ ὁδός, ξυνὰ δὲ καὶ ἀώς—
- βουκολιασδώμεσθα· τάχʼ ὥτερος ἄλλον ὀνασεῖ.
- καὶ γὰρ ἐγὼ Μοισᾶν καπυρὸν στόμα, κἠμὲ λέγοντι
- πάντες ἀοιδὸν ἄριστον· ἐγὼ δέ τις οὐ ταχυπειθής,
- οὐ Δᾶν· οὐ γάρ πω κατʼ ἐμὸν νόον οὔτε τὸν ἐσθλὸν
- Σικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλητᾶν
- ἀείδων, βάτραχος δὲ ποτʼ ἀκρίδας ὥς τις ἐρίσδω.
- ὣς ἐφάμαν ἐπίταδες· ὁ δʼ αἰπόλος ἁδὺ γελάσσας,
- τάν τοι" ἔφα "κορύναν δωρύττομαι, οὕνεκεν ἐσσὶ
- πᾶν ἐπʼ ἀλαθείᾳ πεπλασμένον ἐκ Διὸς ἔρνος.
- ὥς μοι καὶ τέκτων μέγʼ ἀπέχθεται, ὅστις ἐρευνῇ
- ἶσον ὄρευς κορυφᾷ τελέσαι δόμον εὐρυμέδοντος,
- καὶ Μοισᾶν ὄρνιχες, ὅσοι ποτὶ Χῖον ἀοιδὸν
- ἀντία κοκκύζοντες ἐτώσια μοχθίζοντι.
- ἀλλʼ ἄγε βουκολικᾶς ταχέως ἀρχώμεθʼ ἀοιδᾶς,
- Σιμιχίδα· κἠγὼ μέν—ὅρη φίλος, εἴ τοι ἀρέσκει
- τοῦθʼ ὅ τι πρᾶν ἐν ὄρει τὸ μελύδριον ἐξεπόνασα.
91
95
- Δάφνιδι τῷ χαρίεντι συνήντετο βουκολέοντι
- μᾶλα νέμων, ὡς φαντί, κατʼ ὤρεα μακρὰ Μενάλκας.
- ἄμφω τώγʼ ἤστην πυρροτρίχω, ἄμφω ἀνάβω,
- ἄμφω συρίσδεν δεδαημένω, ἄμφω ἀείδεν.
- πρᾶτος δʼ ὦν ποτὶ Δάφνιν ἰδὼν ἀγόρευε Μενάλκας·
- μυκητᾶν ἐπίουρε βοῶν Δάφνι, λῇς μοι ἀεῖσαι;
- φαμί τυ νικασεῖν, ὅσσον θέλω αὐτὸς ἀείδων.
- τὸν δʼ ἄρα χὡ Δάφνις τοιῷδʼ ἀπαμείβετο μύθῳ·
- ποιμὴν εἰροπόκων ὀίων συριγκτὰ Μενάλκα,
- οὔποτε νικασεῖς μʼ, οὐδʼ εἴ τι πάθοις τύγʼ ἀείδων.
96
97
- Βουκολιάζεο Δάφνι, τὺ δʼ ᾠδᾶς ἄρχεο πρᾶτος,
- ᾠδᾶς ἄρχεο Δάφνι, συναψάσθω δὲ Μενάλκας,
- μόσχως βουσὶν ὑφέντες, ὑπὸ στείραισι δὲ ταύρως.
- χοἱ μὲν ἁμᾷ βόσκοιντο καὶ ἐν φύλλοισι πλανῷντο
- μηδὲν ἀτιμαγελεῦντες· ἐμὶν δὲ τὺ βουκολιάζευ
- ἐκτόθεν, ἄλλωθεν δὲ ποτικρίνοιτο Μενάλκας.
101
102
104
- οὐδὲν πὸτ τὸν ἔρωτα πεφύκει φάρμακον ἄλλο
- Νικία οὔτʼ ἔγχριστον, ἐμὶν δοκεῖ, οὔτʼ ἐπίπαστον,
- ἢ ταὶ Πιερίδες· κοῦφον δέ τι τοῦτο καὶ ἁδὺ
- γίνετʼ ἐπʼ ἀνθρώποις, εὑρεῖν δʼ οὐ ῥᾴδιόν ἐστι.
- γινώσκειν δʼ οἶμαί τυ καλῶς ἰατρὸν ἐόντα
- καὶ ταῖς ἐννέα δὴ πεφιλάμενον ἔξοχα Μοίσαις.
- οὕτω γοῦν ῥάιστα διᾶγʼ ὁ Κύκλωψ ὁ παρʼ ἁμῖν,
- ὡρχαῖος Πολύφαμος, ὅκʼ ἤρατο τᾶς Γαλατείας,
- ἄρτι γενειάσδων περὶ τὸ στόμα τὼς κροτάφως τε.
- ἤρατο δʼ οὐ μάλοις οὐδὲ ῥόδῳ οὐδὲ κικίννοις,
- ἀλλʼ ὀρθαῖς μανίαις, ἁγεῖτο δὲ πάντα πάρεργα.
- πολλάκι ταὶ ὄιες ποτὶ ταὐλίον αὐταὶ ἀπῆνθον
- χλωρᾶς ἐκ βοτάνας· ὁ δὲ τὰν Γαλάτειαν ἀείδων
- αὐτόθʼ ἐπʼ ἀιόνος κατετάκετο φυκιοέσσας
- ἐξ ἀοῦς, ἔχθιστον ἔχων ὑποκάρδιον ἕλκος
- Κύπριδος ἐκ μεγάλας, τό οἱ ἥπατι πᾶξε βέλεμνον.
- ἀλλὰ τὸ φάρμακον εὗρε, καθεζόμενος δʼ ἐπὶ πέτρας
- ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα.
- Ὦ λευκὰ Γαλάτεια, τί τὸν φιλέοντʼ ἀποβάλλῃ;
- λευκοτέρα πακτᾶς ποτιδεῖν, ἁπαλωτέρα ἀρνός,
- μόσχω γαυροτέρα, σφριγανωτέρα ὄμφακος ὠμᾶς.
- φοιτῇς δʼ αὖθʼ οὑτῶς, ὅκκα γλυκὺς ὕπνος ἔχῃ με,
- οἴχῃ δʼ εὐθὺς ἰοῖσʼ, ὅκκα γλυκὺς ὕπνος ἀνῇ με,
- φεύγεις δʼ ὥσπερ ὄις πολιὸν λύκον ἀθρήσασα.
- ἠράσθην μὲν ἔγωγα τεοῦς κόρα, ἁνίκα πρᾶτον
- ἦνθες ἐμᾷ σὺν ματρὶ θέλοισʼ ὑακίνθινα φύλλα
- ἐξ ὄρεος δρέψασθαι, ἐγὼ δʼ ὁδὸν ἁγεμόνευον.
- παύσασθαι δʼ ἐσιδών τυ καὶ ὕστερον οὐδέ τί πᾳ νῦν
- ἐκ τήνω δύναμαι· τὶν δʼ οὐ μέλει, οὐ μὰ Δίʼ οὐδέν.
- γινώσκω χαρίεσσα κόρα, τίνος ὥνεκα φεύγεις·
- ὥνεκά μοι λασία μὲν ὀφρῦς ἐπὶ παντὶ μετώπῳ
- ἐξ ὠτὸς τέταται ποτὶ θὥτερον ὦς μία μακρά,
- εἷς δʼ ὀφθαλμὸς ἔπεστι, πλατεῖα δὲ ῥὶς ἐπὶ χείλει.
- ἀλλʼ οὗτος τοιοῦτος ἐὼν βοτὰ χίλια βόσκω,
- κἠκ τούτων τὸ κράτιστον ἀμελγόμενος γάλα πίνω·
- τυρὸς δʼ οὐ λείπει μʼ οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρᾳ,
- οὐ χειμῶνος ἄκρω· ταρσοὶ δʼ ὑπεραχθέες αἰεί.
- συρίσδεν δʼ ὡς οὔτις ἐπίσταμαι ὧδε Κυκλώπων,
- τὶν τὸ φίλον γλυκύμαλον ἁμᾷ κἠμαυτὸν ἀείδων
- πολλάκι νυκτὸς ἀωρί. τρέφω δέ τοι ἕνδεκα νεβρὼς
- πάσας μηνοφόρως καὶ σκύμνως τέσσαρας ἄρκτων.
- ἀλλʼ ἀφίκευσο ποθʼ ἁμέ, καὶ ἑξεῖς οὐδὲν ἔλασσον,
- τὰν γλαυκὰν δὲ θάλασσαν ἔα ποτὶ χέρσον ὀρεχθεῖν.
- ἅδιον ἐν τὤντρῳ παρʼ ἐμὶν τὰν νύκτα διαξεῖς.
- ἐντὶ δάφναι τηνεῖ, ἐντὶ ῥαδιναὶ κυπάρισσοι,
- ἔστι μέλας κισσός, ἔστʼ ἄμπελος ἁ γλυκύκαρπος,
- ἔστι ψυχρὸν ὕδωρ, τό μοι ἁ πολυδένδρεος Αἴτνα
- λευκᾶς ἐκ χιόνος ποτὸν ἀμβρόσιον προΐητι.
- τίς κα τῶνδε θάλασσαν ἔχειν καὶ κύμαθʼ ἕλοιτο;
- αἰ δέ τοι αὐτὸς ἐγὼ δοκέω λασιώτερος ἦμεν,
- ἐντὶ δρυὸς ξύλα μοι καὶ ὑπὸ σποδῷ ἀκάματον πῦρ.
- καιόμενος δʼ ὑπὸ τεῦς καὶ τὰν ψυχὰν ἀνεχοίμαν
- καὶ τὸν ἕνʼ ὀφθαλμόν, τῶ μοι γλυκερώτερον οὐδέν.
- ὤμοι, ὅ τʼ οὐκ ἔτεκέν μʼ ἁ μάτηρ βραγχίʼ ἔχοντα,
- ὡς κατέδυν ποτὶ τὶν καὶ τὰν χέρα τευς ἐφίλασα,
- αἰ μὴ τὸ στόμα λῇς, ἔφερον δέ τοι ἢ κρίνα λευκὰ
- ἢ μάκωνʼ ἁπαλὰν ἐρυθρὰ πλαταγώνιʼ ἔχοισαν.
- ἀλλὰ τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι,
- ὥστʼ οὐκ ἄν τοι ταῦτα φέρειν ἅμα πάντʼ ἐδυνάθην.
- νῦν μὰν ὦ κόριον, νῦν αὐτόγα νεῖν κε μάθοιμι,
- αἴκά τις σὺν ναῒ πλέων ξένος ὧδʼ ἀφίκηται,
- ὡς εἰδῶ, τί ποθʼ ἁδὺ κατοικεῖν τὸν βυθὸν ὔμμιν.
- ἐξένθοις Γαλάτεια καὶ ἐξενθοῖσα λάθοιο
- ὥσπερ ἐγὼ νῦν ὧδε καθήμενος οἴκαδʼ ἀπενθεῖν.
- ποιμαίνειν δʼ ἐθέλοις σὺν ἐμὶν ἅμα καὶ γάλʼ ἀμέλγειν
- καὶ τυρὸν πᾶξαι τάμισον δριμεῖαν ἐνεῖσα.
- ἁ μάτηρ ἀδικεῖ με μόνα, καὶ μέμφομαι αὐτᾷ·
- οὐδὲν πήποχʼ ὅλως ποτὶ τὶν φίλον εἶπεν ὑπέρ μευ,
- καὶ ταῦτʼ ἆμαρ ἐπʼ ἆμαρ ὁρεῦσά με λεπτὸν ἐόντα.
- φασῶ τὰν κεφαλὰν καὶ τὼς πόδας ἀμφοτέρως μευ
- σφύζειν, ὡς ἀνιαθῇ, ἐπεὶ κἠγὼν ἀνιῶμαι.
- ὦ Κύκλωψ Κύκλωψ, πᾷ τὰς φρένας ἐκπεπότασαι;
- αἴκʼ ἐνθὼν θαλάρως τε πλέκοις καὶ θαλλὸν ἀμάσας
- ταῖς ἄρνεσσι φέροις, τάχα κα πολὺ μᾶλλον ἔχοις νῶν.
- τὰν παρεοῖσαν ἄμελγε. τί τὸν φεύγοντα διώκεις;
- εὑρησεῖς Γαλάτειαν ἴσως καὶ καλλίονʼ ἄλλαν.
- πολλαὶ συμπαίσδέν με κόραι τὰν νύκτα κέλονται,
- κιχλίζοντι δὲ πᾶσαι, ἐπεί κʼ αὐταῖς ὑπακούσω
- δῆλον ὅ τʼ ἐν τᾷ γᾷ κἠγώ τις φαίνομαι ἦμεν.
- οὕτω τοι Πολύφαμος ἐποίμαινεν τὸν ἔρωτα
105
106
107