Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- ὦ τὸ καλὸν ποθορεῦσα, τὸ πᾶν λίθος· ὦ κυάνοφρυ
- νύμφα, πρόσπτυξαί με τὸν αἰπόλον, ὥς τυ φιλάσω.
- ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις.
- τὸν στέφανον τῖλαί με κατʼ αὐτίκα λεπτὰ ποησεῖς,
- τόν τοι ἐγὼν Ἀμαρυλλὶ φίλα κισσοῖο φυλάσσω
- ἀμπλέξας καλύκεσσι καὶ εὐόδμοισι σελίνοις.—
- Ὤμοι ἐγώ, τί πάθω; τί ὁ δύσσοος; οὐχ ὑπακούεις;—
- τὰν βαίταν ἀποδὺς ἐς κύματα τηνῶ ἁλεῦμαι,
- ὧπερ τὼς θύννως σκοπιάζεται Ὄλπις ὁ γριπεύς·
- καἴκα δἠποθάνω, τό γε μὰν τεὸν ἁδὺ τέτυκται.
- ἔγνων πρᾶν, ὅκα μευ μεμναμένω, εἰ φιλέεις με,
- οὐδὲ τὸ τηλέφιλον ποτεμάξατο, τὸ πλατάγημα,
- ἀλλʼ αὔτως ἁπαλῷ ποτὶ πάχεος ἐξεμαράνθη.
- εἶπε καὶ ἀγροιῶτις ἀλαθέα κοσκινόμαντις,
- ἁ πρᾶν ποιολογεῦσα Παραιβάτις, οὕνεκʼ ἐγὼ μὲν
- τὶν ὅλος ἔγκειμαι, τὺ δέ μευ λόγον οὐδένα ποιῇ.
- ἦ μάν τοι λευκὰν διδυματόκον αἶγα φυλάσσω,
- τάν με καὶ ἁ Μέρμνωνος ἐριθακὶς ἁ μελανόχρως
- αἰτεῖ, καὶ δωσῶ οἱ, ἐπεὶ τύ μοι ἐνδιαθρύπτῃ.
- Ἅλλεται ὀφθαλμός μευ ὁ δεξιός· ἦ ῥά γʼ ἰδησῶ
- αὐτάν; ᾀσεῦμαι ποτὶ τὰν πίτυν ὧδʼ ἀποκλινθείς,
- καί κέ μʼ ἴσως ποτίδοι, ἐπεὶ οὐκ ἀδαμαντίνα ἐστίν.
- ̔Ιππομένης ὅκα δὴ τὰν παρθένον ἤθελε γᾶμαι,
- μᾶλʼ ἐν χερσὶν ἑλὼν δρόμον ἄνυεν· ἁ δʼ Ἀταλάντα
- ὡς ἴδεν, ὡς ἐμάνη, ὡς ἐς βαθὺν ἅλατʼ ἔρωτα.
- τὰν ἀγέλαν χὡ μάντις ἀπʼ Ὄθρυος ἆγε Μελάμπους
- ἐς Πύλον· ἁ δὲ Βίαντος ἐν ἀγκοίναισιν ἐκλίνθη,
- μάτηρ ἁ χαρίεσσα περίφρονος Ἀλφεσιβοίης.
- τὰν δὲ καλὰν Κυθέρειαν ἐν ὤρεσι μᾶλα νομεύων
- οὐχ οὑτῶς ὥδωνις ἐπὶ πλέον ἄγαγε λύσσας,
- ὥστʼ οὐδὲ φθίμενόν νιν ἄτερ μαζοῖο τίθητι;
- ζαλωτὸς μὲν ἐμὶν ὁ τὸν ἄτροπον ὕπνον ἰαύων
- Ἐνδυμίων, ζαλῶ δὲ φίλα γύναιἸασίωνα,
- ὃς τοσσῆνʼ ἐκύρησεν, ὅσʼ οὐ πευσεῖσθε βέβαλοι.
- Ἀλγέω τὰν κεφαλάν, τὶν δʼ οὐ μέλει. οὐκέτʼ ἀείδω,
- κεισεῦμαι δὲ πεσών, καὶ τοὶ λύκοι ὧδέ μʼ ἔδονται.
- ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο.
75
76
77
78
79
80
81
83
84
85
86
- Δαμοίτας χὡ Δάφνις ὁ βουκόλος εἰς ἕνα χῶρον
- τὰν ἀγέλαν πόκʼ Ἄρατε συνάγαγον· ἦς δʼ ὁ μὲν αὐτῶν
- πυρρός, ὁ δʼ ἡμιγένειος· ἐπὶ κράναν δέ τινʼ ἄμφω
- ἑζόμενοι θέρεος μέσῳ ἄματι τοιάδʼ ἄειδον.
- πρᾶτος δʼ ἄρξατο Δάφνις, ἐπεὶ καὶ πρᾶτος ἔρισδε.
- βάλλει τοι Πολύφαμε τὸ ποίμνιον ἁ Γαλάτεια
- μάλοισιν, δυσέρωτα τὸν αἰπόλον ἄνδρα καλεῦσα·
- καὶ τύ νιν οὐ ποθόρησθα τάλαν τάλαν, ἀλλὰ κάθησαι
- ἁδέα συρίσδων. πάλιν ἅδʼ ἴδε τὰν κύνα βάλλει,
- ἅ τοι τᾶν ὀίων ἕπεται σκοπός· ἁ δὲ βαΰσδει
- εἰς ἅλα δερκομένα, τὰ δέ νιν καλὰ κύματα φαίνει
- ἅσυχα καχλάζοντα ἐπʼ αἰγιαλοῖο θέοισαν.
- φράζεο μὴ τᾶς παιδὸς ἐπὶ κνάμαισιν ὀρούσῃ
- ἐξ ἁλὸς ἐρχομένας, κατὰ δὲ χρόα καλὸν ἀμύξῃ.
- ἁ δὲ καὶ αὐτόθε τοι διαθρύπτεται, ὡς ἀπʼ ἀκάνθας
- ταὶ καπυραὶ χαῖται, τὸ καλὸν θέρος ἁνίκα φρύγει·
- καὶ φεύγει φιλέοντα καὶ οὐ φιλέοντα διώκει,
- καὶ τὸν ἀπὸ γραμμᾶς κινεῖ λίθον· ἦ γὰρ ἔρωτι
- πολλάκις ὦ Πολύφαμε τὰ μὴ καλὰ καλὰ πέφανται.
- τῷ δʼ ἐπὶ Δαμοίτας ἀνεβάλλετο καὶ τάδʼ ἄειδεν.
- εἶδον ναὶ τὸν Πᾶνα, τὸ ποίμνιον ἁνίκʼ ἔβαλλε,
- κοὔ μʼ ἔλαθʼ, οὔ, τὸν ἐμὸν ἕνα τὸν γλυκύν, ᾧπερ ὅρημι
- ἐς τέλος· αὐτὰρ ὁ μάντις ὁ Τήλεμος ἔχθρʼ ἀγορεύων
- ἐχθρὰ φέροι ποτὶ οἶκον, ὅπως τεκέεσσι φυλάσσοι.
- ἀλλὰ καὶ αὐτὸς ἐγὼ κνίζων πάλιν οὐ ποθόρημι,
- ἀλλʼ ἄλλαν τινὰ φαμὶ γυναῖκʼ ἔχεν· ἁ δʼ ἀίοισα
- ζαλοῖ μʼ ὦ Παιὰν καὶ τάκεται, ἐκ δὲ θαλάσσας
- οἰστρεῖ παπταίνοισα ποτʼ ἄντρά τε καὶ ποτὶ ποίμνας.
- σίξα δʼ ὑλακτεῖν νιν καὶ τᾷ κυνί· καὶ γὰρ ὅκʼ ἤρων
- αὐτᾶς, ἐκνυζεῖτο ποτʼ ἰσχία ῥύγχος ἔχοισα.
- ταῦτα δʼ ἴσως ἐσορεῦσα ποεῦντά με πολλάκι πεμψεῖ
- ἄγγελον. αὐτὰρ ἐγὼ κλᾳξῶ θύρας, ἕστέ κʼ ὀμόσσῃ
- αὐτά μοι στορεσεῖν καλὰ δέμνια τᾶσδʼ ἐπὶ νάσω.
- καὶ γάρ θην οὐδʼ εἶδος ἔχω κακόν, ὥς με λέγοντι.
- ἦ γὰρ πρᾶν ἐς πόντον ἐσέβλεπον, ἦς δὲ γαλάνα,
- καὶ καλὰ μὲν τὰ γένεια, καλὰ δέ μευ ἁ μία κώρα,
- ὡς παρʼ ἐμὶν κέκριται, κατεφαίνετο, τῶν δέ τʼ ὀδόντων
- λευκοτέραν αὐγὰν Παρίας ὑπέφαινε λίθοιο.
- ὡς μὴ βασκανθῶ δέ, τρὶς εἰς ἐμὸν ἔπτυσα κόλπον·
- ταῦτα γὰρ ἁ γραία με Κοτυταρὶς ἐξεδίδαξε.
- ἃ πρᾶν ἀμάντεσσι παρʼ Ἱπποκίωνι ποταύλει.
- τόσσʼ εἰπὼν τὸν Δάφνιν ὁ Δαμοίτας ἐφίλησε,
- χὡ μὲν τῷ σύριγγʼ, ὁ δὲ τῷ καλὸν αὐλὸν ἔδωκεν.
- αὔλει Δαμοίτας, σύρισδε δὲ Δάφνις ὁ βούτας,
- ὠρχεῦντʼ ἐν μαλακᾷ ταὶ πόρτιες αὐτίκα ποίᾳ.
- νίκη μὰν οὐδάλλος, ἀνήσσατοι δʼ ἐγένοντο.
88
89
- Ἦς χρόνος ἁνίκʼ ἐγώ τε καὶ Εὔκριτος ἐς τὸν Ἅλεντα
- εἵρπομες ἐκ πόλιος, σὺν καὶ τρίτος ἁμὶν Ἀμύντας·
- τᾷ Δηοῖ γὰρ ἔτευχε θαλύσια καὶ Φρασίδαμος
- κἀντιγένης, δύο τέκνα Λυκωπέος, εἴ τί περ ἐσθλὸν
- χᾳῶν τῶν ἐπάνωθεν, ἀπὸ Κλυτίας τε καὶ αὐτῶ
- Χάλκωνος, Βούριναν ὃς ἐκ ποδὸς ἄνυσε κράναν
- εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ· ταὶ δὲ παρʼ αὐτὰν
- αἴγειροι πτελέαι τε ἐύσκιον ἄλσος ὕφαινον,
- χλωροῖσιν πετάλοισι κατηρεφέες κομόωσαι.
- κοὔπω τὰν μεσάταν ὁδὸν ἄνυμες, οὐδὲ τὸ σᾶμα
- ἁμὶν τὸ Βρασίλα κατεφαίνετο, καὶ τὸν ὁδίταν
- ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομες ἄνδρα,
- οὔνομα μὲν Λυκίδαν, ἦς δʼ αἰπόλος, οὐδέ κέ τίς νιν
- ἠγνοίησεν ἰδών, ἐπεὶ αἰπόλῳ ἔξοχʼ ἐῴκει.
- ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο
- κνακὸν δέρμʼ ὤμοισι νέας ταμίσοιο ποτόσδον,
- ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος
- ζωστῆρι πλακερῷ, ῥοικὰν δʼ ἔχεν ἀγριελαίω
- δεξιτερᾷ κορύναν. καί μʼ ἀτρέμας εἶπε σεσαρὼς
- ὄμματι μειδιόωντι, γέλως δέ οἱ εἴχετο χείλευς·
- Σιμιχίδα, πᾷ δὴ τὸ μεσαμέριον πόδας ἕλκεις,
- ἁνίκα δὴ καὶ σαῦρος ἐν αἱμασιαῖσι καθεύδει,
- οὐδʼ ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι;
- ἦ μετὰ δαῖτα κλητὸς ἐπείγεαι; ἤ τινος ἀστῶν
- λανὸν ἔπι θρώσκεις; ὥς τοι ποσὶ νισσομένοιο
- πᾶσα λίθος πταίοισα ποτʼ ἀρβυλίδεσσιν ἀείδει.
- τὸν δʼ ἐγὼ ἀμείφθην· Λυκίδα φίλε, φαντί τυ πάντες
- συριγκτὰν ἔμεναι μέγʼ ὑπείροχον ἔν τε νομεῦσιν
- ἔν τʼ ἀμητήρεσσι. τὸ δὴ μάλα θυμὸν ἰαίνει
- ἁμέτερον· καί τοι κατʼ ἐμὸν νόον ἰσοφαρίζειν
- ἔλπομαι. ἁ δʼ ὁδὸς ἅδε θαλυσιάς· ἦ γὰρ ἑταῖροι
- ἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντι
90