Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- μουσίσδων, ῥᾷον δὲ διᾶγʼ ἢ εἰ χρυσὸν ἔδωκεν.
- Ἤλυθες ὦ φίλε κοῦρε τρίτῃ σὺν νυκτὶ καὶ ἀοῖ;
- ἤλυθες· οἱ δὲ ποθεῦντες ἐν ἤματι γηράσκουσιν.
- ὅσσον ἔαρ χειμῶνος, ὅσον μᾶλον βραβίλοιο
- ἅδιον, ὅσσον ὄις σφετέρας λασιωτέρα ἀρνός,
- ὅσσον παρθενικὴ προφέρει τριγάμοιο γυναικός,
- ὅσσον ἐλαφροτέρη μόσχου νεβρός, ὅσσον ἀηδὼν
- συμπάντων λιγύφωνος ἀοιδοτάτη πετεηνῶν,
- τόσσον ἔμʼ εὔφρανας τὺ φανείς, σκιερὰν δʼ ὑπὸ φαγὸν
- ἀελίου φρύγοντος ὁδοιπόρος ἔδραμον ὥς τις.
- εἴθʼ ὁμαλοὶ πνεύσειαν ἐπʼ ἀμφοτέροισιν Ἔρωτες
- νῶιν, ἐπεσσομένοις δὲ γενοίμεθα πᾶσιν ἀοιδά.
- θείω δή τινε τώδε μετὰ προτέροισι γενέσθην
- φῶθʼ, ὁ μὲν εἴσπνηλος, φαίη χʼ ὡμυκλαϊάσδων,
- τὸν δʼ ἕτερον πάλιν ὥς κεν ὁ Θεσσαλὸς εἴποι ἀίταν.
- ἀλλήλους δʼ ἐφίλησαν ἴσῳ ζυγῷ. ἦ ῥα τότʼ ἦσαν
- χρύσειοι πάλιν ἄνδρες, ὃ κἀντεφίλησʼ ὁ φιληθείς.
- εἰ γὰρ τοῦτο πάτερ Κρονίδα πέλοι, εἰ γὰρ ἀγήρῳ
- ἀθάνατοι, γενεαῖς δὲ διηκοσίαισιν ἔπειτα
- ἀγγείλειεν ἐμοί τις ἀνέξοδον εἰς Ἀχέροντα·
- ἡ σὴ νῦν φιλότης καὶ τοῦ χαρίεντος ἀίτεω
- πᾶσι διὰ στόματος, μετὰ δʼ ἠιθέοισι μάλιστα.
- ἀλλʼ ἤτοι τούτων μὲν ὑπέρτεροι Οὐρανίωνες
- ἔσσονθʼ ὡς ἐθέλοντι. ἐγὼ δέ σε τὸν καλὸν αἰνέων
- ψεύδεα ῥινὸς ὕπερθεν ἀραιᾶς οὐκ ἀναφύσω.
- ἢν γὰρ καί τι δάκῃς, τὸ μὲν ἀβλαβὲς εὐθὺς ἔθηκας,
- διπλάσιον δʼ ὤνασας, ἔχων δʼ ἐπίμετρον ἀπῆνθον.
- Νισαῖοι Μεγαρῆες ἀριστεύοντες ἐρετμοῖς,
- ὄλβιοι οἰκείοιτε, τὸν Ἀττικὸν ὡς περίαλλα
- ξεῖνον ἐτιμήσασθε Διοκλέα τὸν φιλόπαιδα.
- αἰεί οἱ περὶ τύμβον ἀολλέες εἴαρι πράτῳ
- κοῦροι ἐριδμαίνοντι φιλήματος ἄκρα φέρεσθαι.
- ὃς δέ κε προσμάξῃ γλυκερώτερα χείλεσι χείλη,
- βριθόμενος στεφάνοισιν ἑὰν ἐς μητέρʼ ἀπῆνθεν.
- ὄλβιος, ὅστις παισὶ φιλήματα κεῖνα διαιτᾷ.
- ἦ που τὸν χαροπὸν Γανυμήδεα πόλλʼ ἐπιβωτᾷ
- Λυδίῃ ἶσον ἔχειν πέτρῃ στόμα, χρυσὸν ὁποίῃ
- πεύθονται μὴ φαῦλος ἐτήτυμω ἀργυραμοιβοί.
108
- οὐχ ἁμῖν τὸν Ἔρωτα μόνοις ἔτεχʼ, ὡς ἐδοκεῦμες,
- Νικία, ᾧ τινι τοῦτο θεῶν ποκα τέκνον ἔγεντο.
- οὐχ ἁμῖν τὰ καλὰ πράτοις καλὰ φαίνεται εἶμεν,
- οἳ θνατοὶ πελόμεσθα, τὸ δʼ αὔριον οὐκ ἐσορῶμες·
- ἀλλὰ καὶ ὡμφιτρύωνος ὁ χαλκεοκάρδιος υἱός,
- ὃς τὸν λῖν ὑπέμεινε τὸν ἄγριον, ἤρατο παιδός,
- τῶ χαρίεντος Ὑλα, τῶ τὰν πλοκαμῖδα φορεῦντος,
- καί νιν πάντʼ ἐδίδαξε πατὴρ ὡσεὶ φίλον υἱέα,
- ὅσσα μαθὼν ἀγαθὸς καὶ ἀοίδιμος αὐτὸς ἔγεντο·
- χωρὶς δʼ οὐδέποκʼ ἦς, οὔτʼ εἰ μέσον ἆμαρ ὄροιτο,
- οὔτʼ ἄρʼ ὅχʼ ἁ λεύκιππος ἀνατρέχοι ἐς Διὸς Ἀώς,
- οὐδʼ ὁπόκʼ ὀρτάλιχοι μινυροὶ ποτὶ κοῖτον ὁρῷεν,
- σεισαμένας πτερὰ ματρὸς ἐπʼ αἰθαλόεντι πετεύρῳ,
- ὡς αὐτῷ κατὰ θυμὸν ὁ παῖς πεποναμένος εἴη,
- αὐτῷ δʼ εὖ ἕλκων ἐς ἀλαθινὸν ἄνδρʼ ἀποβαίη.
- ἀλλʼ ὅτε τὸ χρύσειον ἔπλει μετὰ κῶαςἸήσων
- Αἰσονίδας, οἱ δʼ αὐτῷ ἀριστῆες συνέποντο
- πασᾶν ἐκ πολίων προλελεγμένοι, ὧν ὄφελός τι,
- ἵκετο χὡ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸνἸωλκόν,
- Ἀλκμήνης υἱὸς Μιδεάτιδος ἡρωίνης,
- σὺν δʼ αὐτῷ κατέβαινεν Ὑλας εὔεδρον ἐς Ἀργώ,
- ἅτις κυανεᾶν οὐχ ἥψατο συνδρομάδων ναῦς,
- ἀλλὰ διεξάιξε—βαθὺν δʼ εἰσέδραμε Φᾶσιν—
- αἰετὸς ἐς μέγα λαῖτμα· ἀφʼ οὗ τότε χοιράδες ἔσταν.
- ἆμος δʼ ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δὲ
- ἄρνα νέον βόσκοντι, τετραμμένου εἴαρος ἤδη,
- τᾶμος ναυτιλίας μιμνάσκετο θεῖος ἄωτος
- ἡρώων, κοίλαν δὲ καθιδρυνθέντες ἐς Ἀργὼ
- ̔Ελλάσποντον ἵκοντο νότῳ τρίτον ἆμαρ ἀέντι,
- εἴσω δʼ ὅρμον ἔθεντο Προποντίδος, ἔνθα Κιανῶν
- αὔλακας εὐρύνοντι βόες τρίβοντες ἄροτρα.
- ἐκβάντες δʼ ἐπὶ θῖνα κατὰ ζυγὰ δαῖτα πένοντο
- δειελινοί, πολλοὶ δὲ μίαν στορέσαντο χαμεύναν.
- λειμὼν γάρ σφιν ἔκειτο, μέγα στιβάδεσσιν ὄνειαρ,
- ἔνθεν βούτομον ὀξὺ βαθύν τʼ ἐτάμοντο κύπειρον.
- κᾤχεθʼ Ὑλας ὁ ξανθὸς ὕδωρ ἐπιδόρπιον οἰσῶν
- αὐτῷ θʼ Ἡρακλῆι καὶ ἀστεμφεῖ Τελαμῶνι,
- οἳ μίαν ἄμφω ἑταῖροι ἀεὶ δαίνυντο τράπεζαν,
- χάλκεον ἄγγος ἔχων. τάχα δὲ κράναν ἐνόησεν
- ἡμένῳ ἐν χώρῳ· περὶ δὲ θρύα πολλὰ πεφύκει,
- κυάνεόν τε χελιδόνιον χλωρόν τʼ ἀδίαντον
- καὶ θάλλοντα σέλινα καὶ εἰλιτενὴς ἄγρωστις.
- ὕδατι δʼ ἐν μέσσῳ Νύμφαι χορὸν ἀρτίζοντο,
- νύμφαι ἀκοίμητοι, δειναὶ θεαὶ ἀγροιώταις,
- Εὐνείκα καὶ Μαλὶς ἔαρ θʼ ὁρόωσα Νύχεια,
- ἤτοι ὁ κοῦρος ἐπεῖχε ποτῷ πολυχανδέα κρωσσὸν
- βάψαι ἐπειγόμενος, ταὶ δʼ ἐν χερὶ πᾶσαι ἔφυσαν·
- πασάων γὰρ ἔρως ἁπαλὰς φρένας ἐξεσόβησεν
- Ἀργείῳ ἐπὶ παιδί· κατήριπε δʼ ἐς μέλαν ὕδωρ
- ἀθρόος, ὡς ὅτε πυρσὸς ἀπʼ οὐρανοῦ ἤριπεν ἀστὴρ
- ἀθρόος, ἐν πόντῳ, ναύταις δέ τις εἶπεν ἑταίροις·
- κουφότερʼ ὦ παῖδες ποιεῖσθʼ ὅπλα· πνευστικὸς οὖρος.
- νύμφαι μὲν σφετέροις ἐπὶ γούνασι κοῦρον ἔχοισαι
- δακρυόεντʼ ἀγανοῖσι παρεψύχοντʼ ἐπέεσσιν.
- Ἀμφιτρυωνιάδας δὲ ταρασσόμενος περὶ παιδὶ
- ᾤχετο, μαιωτιστὶ λαβὼν εὐκαμπέα τόξα
- καὶ ῥόπαλον, τό οἱ αἰὲν ἐχάνδανε δεξιτερὴ χείρ.
- τρὶς μὲν Ὑλαν ἄυσεν, ὅσον βαρὺς ἤρυγε λαιμός·
- τρὶς δʼ ἄρʼ ὁ παῖς ὑπάκουσεν, ἀραιὰ δʼ ἵκετο φωνὰ
- ἐξ ὕδατος, παρεὼν δὲ μάλα σχεδὸν εἴδετο πόρρω.
- ὡς δʼ ὁπότʼ ἠυγένειος ἀπόπροθι λῖς ἐσακούσας†,
- νεβροῦ φθεγξαμένας τις ἐν οὔρεσιν ὠμοφάγος λῖς
- ἐξ εὐνᾶς ἔσπευσεν ἑτοιμοτάταν ἐπὶ δαῖτα·
- Ἡρακλέης τοιοῦτος ἐν ἀτρίπτοισιν ἀκάνθαις
- παῖδα ποθῶν δεδόνητο, πολὺν δʼ ἐπελάμβανε χῶρον.
- σχέτλιοι οἱ φιλέοντες· ἀλώμενος ὅσσʼ ἐμόγησεν
- οὔρεα καὶ δρυμούς, τὰ δʼἸήσονος ὕστερα πάντʼ ἦς.
- ναῦς γέμεν ἄρμενʼ ἔχοισα μετάρσια τῶν παρεόντων,
- ἱστία δʼ ἡμίθεοι μεσονύκτιον ἐξεκάθαιρον
- Ἡρακλῆα μένοντες. ὁ δʼ ᾇ πόδες ἆγον ἐχώρει
- μαινόμενος· χαλεπὸς γὰρ ἔσω θεὸς ἧπαρ ἄμυσσεν.
- οὕτω μὲν κάλλιστος Ὑλας μακάρων ἀμιθρεῖται·
- Ἡρακλέην δʼ ἥρωες ἐκερτόμεον λιποναύταν,
- οὕνεκεν ἠρώησε τριακοντάζυγον Ἀργώ,
- πεζᾷ δʼ ἐς Κόλχους τε καὶ ἄξενον ἵκετο Φᾶσιν.
109
110
111
112
115
116
- αἰεὶ τοῦτο Διὸς κούραις μέλει, αἰὲν ἀοιδοῖς,
- ὑμνεῖν ἀθανάτους, ὑμνεῖν ἀγαθῶν κλέα ἀνδρῶν.