Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. Ἦς χρόνος ἁνίκʼ ἐγώ τε καὶ Εὔκριτος ἐς τὸν Ἅλεντα
  2. εἵρπομες ἐκ πόλιος, σὺν καὶ τρίτος ἁμὶν Ἀμύντας·
  3. τᾷ Δηοῖ γὰρ ἔτευχε θαλύσια καὶ Φρασίδαμος
  4. κἀντιγένης, δύο τέκνα Λυκωπέος, εἴ τί περ ἐσθλὸν
  5. χᾳῶν τῶν ἐπάνωθεν, ἀπὸ Κλυτίας τε καὶ αὐτῶ
  6. Χάλκωνος, Βούριναν ὃς ἐκ ποδὸς ἄνυσε κράναν
  7. εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ· ταὶ δὲ παρʼ αὐτὰν
  8. αἴγειροι πτελέαι τε ἐύσκιον ἄλσος ὕφαινον,
  9. χλωροῖσιν πετάλοισι κατηρεφέες κομόωσαι.
  10. κοὔπω τὰν μεσάταν ὁδὸν ἄνυμες, οὐδὲ τὸ σᾶμα
  11. ἁμὶν τὸ Βρασίλα κατεφαίνετο, καὶ τὸν ὁδίταν
  12. ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομες ἄνδρα,
  13. οὔνομα μὲν Λυκίδαν, ἦς δʼ αἰπόλος, οὐδέ κέ τίς νιν
  14. ἠγνοίησεν ἰδών, ἐπεὶ αἰπόλῳ ἔξοχʼ ἐῴκει.
  15. ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο
  16. κνακὸν δέρμʼ ὤμοισι νέας ταμίσοιο ποτόσδον,
  17. ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος
  18. ζωστῆρι πλακερῷ, ῥοικὰν δʼ ἔχεν ἀγριελαίω
  19. 90
  20. δεξιτερᾷ κορύναν. καί μʼ ἀτρέμας εἶπε σεσαρὼς
  21. ὄμματι μειδιόωντι, γέλως δέ οἱ εἴχετο χείλευς·