Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. Σιμιχίδα, πᾷ δὴ τὸ μεσαμέριον πόδας ἕλκεις,
  2. ἁνίκα δὴ καὶ σαῦρος ἐν αἱμασιαῖσι καθεύδει,
  3. οὐδʼ ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι;
  4. ἦ μετὰ δαῖτα κλητὸς ἐπείγεαι; ἤ τινος ἀστῶν
  5. λανὸν ἔπι θρώσκεις; ὥς τοι ποσὶ νισσομένοιο
  6. πᾶσα λίθος πταίοισα ποτʼ ἀρβυλίδεσσιν ἀείδει.
  7. τὸν δʼ ἐγὼ ἀμείφθην· Λυκίδα φίλε, φαντί τυ πάντες
  8. συριγκτὰν ἔμεναι μέγʼ ὑπείροχον ἔν τε νομεῦσιν
  9. ἔν τʼ ἀμητήρεσσι. τὸ δὴ μάλα θυμὸν ἰαίνει
  10. ἁμέτερον· καί τοι κατʼ ἐμὸν νόον ἰσοφαρίζειν
  11. ἔλπομαι. ἁ δʼ ὁδὸς ἅδε θαλυσιάς· ἦ γὰρ ἑταῖροι
  12. ἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντι
  13. ὄλβω ἀπαρχόμενοι· μάλα γάρ σφισι πίονι μέτρῳ
  14. ἁ δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν.
  15. ἀλλʼ ἄγε δή—ξυνὰ γὰρ ὁδός, ξυνὰ δὲ καὶ ἀώς—
  16. βουκολιασδώμεσθα· τάχʼ ὥτερος ἄλλον ὀνασεῖ.
  17. καὶ γὰρ ἐγὼ Μοισᾶν καπυρὸν στόμα, κἠμὲ λέγοντι
  18. πάντες ἀοιδὸν ἄριστον· ἐγὼ δέ τις οὐ ταχυπειθής,
  19. οὐ Δᾶν· οὐ γάρ πω κατʼ ἐμὸν νόον οὔτε τὸν ἐσθλὸν
  20. Σικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλητᾶν