Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ζαλοῖ μʼ ὦ Παιὰν καὶ τάκεται, ἐκ δὲ θαλάσσας
  2. οἰστρεῖ παπταίνοισα ποτʼ ἄντρά τε καὶ ποτὶ ποίμνας.
  3. σίξα δʼ ὑλακτεῖν νιν καὶ τᾷ κυνί· καὶ γὰρ ὅκʼ ἤρων
  4. αὐτᾶς, ἐκνυζεῖτο ποτʼ ἰσχία ῥύγχος ἔχοισα.
  5. ταῦτα δʼ ἴσως ἐσορεῦσα ποεῦντά με πολλάκι πεμψεῖ
  6. ἄγγελον. αὐτὰρ ἐγὼ κλᾳξῶ θύρας, ἕστέ κʼ ὀμόσσῃ
  7. αὐτά μοι στορεσεῖν καλὰ δέμνια τᾶσδʼ ἐπὶ νάσω.
  8. καὶ γάρ θην οὐδʼ εἶδος ἔχω κακόν, ὥς με λέγοντι.
  9. ἦ γὰρ πρᾶν ἐς πόντον ἐσέβλεπον, ἦς δὲ γαλάνα,
  10. καὶ καλὰ μὲν τὰ γένεια, καλὰ δέ μευ ἁ μία κώρα,
  11. ὡς παρʼ ἐμὶν κέκριται, κατεφαίνετο, τῶν δέ τʼ ὀδόντων
  12. λευκοτέραν αὐγὰν Παρίας ὑπέφαινε λίθοιο.
  13. ὡς μὴ βασκανθῶ δέ, τρὶς εἰς ἐμὸν ἔπτυσα κόλπον·
  14. ταῦτα γὰρ ἁ γραία με Κοτυταρὶς ἐξεδίδαξε.
  15. ἃ πρᾶν ἀμάντεσσι παρʼ Ἱπποκίωνι ποταύλει.
  16. τόσσʼ εἰπὼν τὸν Δάφνιν ὁ Δαμοίτας ἐφίλησε,
  17. χὡ μὲν τῷ σύριγγʼ, ὁ δὲ τῷ καλὸν αὐλὸν ἔδωκεν.
  18. 89
  19. αὔλει Δαμοίτας, σύρισδε δὲ Δάφνις ὁ βούτας,
  20. ὠρχεῦντʼ ἐν μαλακᾷ ταὶ πόρτιες αὐτίκα ποίᾳ.
  21. νίκη μὰν οὐδάλλος, ἀνήσσατοι δʼ ἐγένοντο.