Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- αὐτοῖς κηδομένοισι σαώτερος ἔμμεναι οἶκος.
- ἀλλʼ ἴομεν μάλα πρός μιν· ἐγὼ δέ τοι ἡγεμονεύσω
- αὖλιν ἐφʼ ἡμετέρην, ἵνα κεν τέτμοιμεν ἄνακτα.
- Ὣς εἰπὼν ἡγεῖτο, νόῳ δʼ ἔτι πόλλʼ ἐμενοίνα,
- δέρμά τε θηρὸς ὁρῶν χειροπληθῆ τε κορύνην,
- ὁππόθεν ὁ ξεῖνος· μέμονεν δέ μιν αἰὲν ἔρεσθαι·
- ἂψ δʼ ὄκνῳ ποτὶ χεῖλος ἐλάμβανε μῦθον ἰόντα,
- μή τί οἱ οὐ κατὰ καιρὸν ἔπος προτιμυθήσαιτο,
- σπερχομένου· χαλεπὸν δʼ ἑτέρου νόον ἴδμεναι ἀνδρός.
- τοὺς δὲ κύνες προσιόντας ἀπόπροθεν αἶψʼ ἐνόησαν,
- ἀμφότερον ὀσμῇ τε χροὸς δούπῳ τε ποδοῖιν.
- θεσπέσιον δʼ ὑλάοντες ἐπέδραμον ἄλλοθεν ἄλλος
- Ἀμφιτρυωνιάδῃ Ἡρακλέι· τὸν δὲ γέροντα
- ἀχρεῖον κλάζοντε περίσσαινον ἑτέρωθεν.
- τοὺς μὲν ὅγε λάεσσιν ἀπὸ χθόνος ὅσσον ἀείρων
- φευγέμεν ἂψ ὀπίσω δειδίσσετο, τρηχὺ δὲ φωνῇ
- ἠπείλει μάλα πᾶσιν, ἐρητύσασκε δʼ ὑλαγμοῦ,
- χαίρων ἐν φρεσὶν ᾗσιν, ὁθούνεκεν αὖλιν ἔρυντο
- αὐτοῦ γʼ οὐ παρεόντος· ἔπος δʼ ὅγε τοῖον ἔειπεν·
- Ὢ πόποι, οἷον τοῦτο θεοὶ ποίησαν ἄνακτες
- θηρίον ἀνθρώποισι μετέμμεναι, ὡς ἐπιμηθές.
- εἴ οἱ καὶ φρένες ὧδε νοήμονες ἔνδοθεν ἦσαν,
- ᾔδει δʼ, ᾧ τε χρὴ χαλεπαινέμεν ᾧ τε καὶ οὐκί,
- οὐκ ἄν οἱ θηρῶν τις ἐδήρισεν περὶ τιμῆς·
- νῦν δὲ λίην ζάκοτόν τε καὶ ἀρρηνὲς γένετʼ αὔτως.
- Ἦ ῥα, καὶ ἐσσυμένως ποτὶ ταὐλίον ἷξον ἰόντες.
- Ἠέλιος μὲν ἔπειτα ποτὶ ζόφον ἔτραπεν ἵππους
- δείελον ἦμαρ ἄγων· τὰ δʼ ἐπήλυθε πίονα μῆλα
- ἐκ βοτάνης ἀνιόντα μετʼ αὐλία τε σηκούς τε.
- αὐτὰρ ἔπειτα βόες μάλα μυρίαι ἄλλαι ἐπʼ ἄλλαις
- ἐρχόμεναι φαίνονθʼ ὡσεὶ νέφη ὑδατόεντα,
- ἅσσά τʼ ἐν οὐρανῷ εἶσιν ἐλαυνόμενα προτέρωσε
- ἠὲ νότοιο βίῃ ἠὲ Θρῃκὸς βορέαο·
- τῶν μέν τʼ οὔτις ἀριθμὸς ἐν ἠέρι γίνετʼ ἰόντων,
- οὐδʼ ἄνυσις· τόσα γάρ τε μετὰ προτέροισι κυλίνδει
- ἲς ἀνέμου, τὰ δέ τʼ ἄλλα κορύσσεται αὖτις ἐπʼ ἄλλοις·
- τόσσʼ αἰεὶ μετόπισθε βοῶν ἐπὶ βουκόλιʼ ᾔει.
- πᾶν δʼ ἄρʼ ἐνεπλήσθη πεδίον, πᾶσαι δὲ κέλευθοι
- ληίδος ἐρχομένης (στείνοντο δὲ πίονες ἀγροί),
- μυκηθμῷ· σηκοὶ δὲ βοῶν ῥεῖα πλήσθησαν
- εἰλιπόδων, ὄιες δὲ κατʼ αὐλὰς ηὐλίζοντο.
- ἔνθα μὲν οὔτις ἕκηλος ἀπειρεσίων περ ἐόντων
- εἱστήκει παρὰ βουσὶν ἀνὴρ κεχρημένος ἔργου·
- ἀλλʼ ὁ μὲν ἀμφὶ πόδεσσιν ἐυτμήτοισιν ἱμᾶσι
- κωλοπέδας ἀράρισκε περισταδὸν ἐγγὺς ἀμέλγειν·
- ἄλλος δʼ αὖ φίλα τέκνα φίλαις ὑπὸ μητράσιν ἵει
- πινέμεναι λιαροῖο μεμαότα πάγχυ γάλακτος,
- ἄλλος ἀμόλγιον εἶχʼ, ἄλλος τρέφε πίονα τυρόν,
- ἄλλος ἐσῆγεν ἔσω ταύρους δίχα θηλειάων.
- Αὐγείης δʼ ἐπὶ πάντας ἰὼν θηεῖτο βοαύλους
- ἥντινά οἱ κτεάνων κομιδὴν ἐτίθεντο νομῆες,
- σὺν δʼ υἱός τε βίη τε βαρύφρονος Ἡρακλῆος
- ὡμάρτευν βασιλῆι διερχομένῳ μέγαν ὄλβον.
- ἔνθα καὶ ἄρρηκτόν περ ἔχων ἐν στήθεσι θυμὸν
- Ἀμφιτρυωνιάδης καὶ ἀρηρότα νωλεμὲς αἰεὶ
- ἐκπάγλως θαύμαζε θεῶν τόγε μυρίον ἕδνον
- εἰσορόων. οὐ γάρ κεν ἔφασκέ τις οὐδὲ ἐώλπει
- ἀνδρὸς ληίδʼ ἑνὸς τόσσην ἔμεν οὐδὲ δέκʼ ἄλλων,
- οἵτε πολύρρηνες πάντων ἔσαν ἐκ βασιλήων.
- Ἠέλιος δʼ ᾧ παιδὶ τόγʼ ἔξοχον ὤπασε δῶρον,
- ἀφνειὸν μήλοις περὶ πάντων ἔμμεναι ἀνδρῶν,
- καί ῥά οἱ αὐτὸς ὄφελλε διαμπερέως βοτὰ πάντα
- ἐς τέλος· οὐ μὲν γάρ τις ἐπήλυθε νοῦσος ἐκείνου
- βουκολίοις, αἵτʼ ἔργα καταφθείρουσι νομήων,
- αἰεὶ δὲ πλέονες κερααὶ βόες, αἰὲν ἀμείνους
- ἐξ ἔτεος γίνοντο μάλʼ εἰς ἔτος· ἦ γὰρ ἅπασαι
- ζωοτόκοι τʼ ἦσαν περιώσια θηλυτόκοι τε.
- ταῖς δὲ τριηκόσιοι ταῦροι συνάμʼ ἐστιχόωντο
- κνήμαργοί θʼ ἕλικές τε, διηκόσιοί γε μὲν ἄλλοι
- φοίνικες· πάντες δʼ ἐπιβήτορες οἵγʼ ἔσαν ἤδη.
- ἄλλοι δʼ αὖ μετὰ τοῖσι δυώδεκα βουκολέοντο
- ἱεροὶ Ἠελίοιο· χρόην δʼ ἔσαν ἠύτε κύκνοι
- ἀργησταί, πᾶσιν δὲ μετέπρεπον εἰλιπόδεσσιν
- οἳ καὶ ἀτιμαγέλαι βόσκοντʼ ἐριθηλέα ποίην
- ἐν νομῷ· ὧδʼ ἔκπαγλον ἐπὶ σφίσι γαυριόωντο.
- καί ῥʼ ὁπότʼ ἐκ λασίοιο θοοὶ προγενοίατο θῆρες
- ἐς πεδίον δρυμοῖο βοῶν ἕνεκʼ ἀγροτεράων,
- πρῶτοι τοίγε μάχηνδε κατὰ χροὸς ᾔεσαν ὀσμήν,
- δεινὸν δʼ ἐβρυχῶντο φόνον λεύσσοντε προσώπῳ.
- τῶν μέν τε προφέρεσκε βίηφί τε καὶ σφένεϊ ᾧ
- ἠδʼ ὑπεροπλίῃ Φαέθων μέγας, ὅν ῥα βοτῆρες
- ἀστέρι πάντες ἔισκον, ὁθούνεκα πολλὸν ἐν ἄλλοις
- βουσὶν ἰὼν λάμπεσκεν, ἀρίζηλος δʼ ἐτέτυκτο.
- ὃς δή τοι σκύλος αὖον ἰδὼν χαροποῖο λέοντος
- αὐτῷ ἔπειτʼ ἐπόρουσεν ἐυσκόπῳ Ἡρακλῆι
- χρίμψασθαι ποτὶ πλευρὰ κάρη στιβαρόν τε μέτωπον.
- τοῦ μὲν ἄναξ προσιόντος ἐδράξατο χειρὶ παχείῃ
- σκαιοῦ ἄφαρ κέραος, κατὰ δʼ αὐχένα νέρθʼ ἐπὶ γαίης
- κλάσσε βαρύν περ ἐόντα, πάλιν δέ μιν ὦσεν ὀπίσσω
- ὤμῳ ἐπιβρίσας· ὁ δέ οἱ περὶ νεῦρα τανυσθεὶς
- μυὼν ἐξ ὑπάτοιο βραχίονος ὀρθὸς ἀνέστη.
- θαύμαζεν δʼ αὐτός τε ἄναξ υἱός τε δαΐφρων
- Φυλεὺς οἵ τʼ ἐπὶ βουσὶ κορωνίσι βουκόλοι ἄνδρες,
- Ἀμφιτρυωνιάδαο βίην ὑπέροπλον ἰδόντες.
- τὼ δʼ εἰς ἄστυ λιπόντε καταυτόθι πίονας ἀγροὺς
- ἐστιχέτην, Φυλεύς τε βίη θʼ Ἡρακληείη.
- λαοφόρου δʼ ἐπέβησαν ὅθι πρώτιστα κελεύθου,
- λεπτὴν καρπαλίμοισι τρίβον ποσὶν ἐξανύσαντες,
- ἥ ῥα διʼ ἀμπελεῶνος ἀπὸ σταθμῶν τετάνυστο
- οὔτι λίην ἀρίσημος ἐν ὕλῃ χλωρὰ θέουσα,
- τῇ μιν ἄρα προσέειπε Διὸς γόνον ὑψίστοιο
- Αὐγείω φίλος υἱὸς ἕθεν μετόπισθεν ἰόντα,
- ἦκα παρακλίνας κεφαλὴν κατὰ δεξιὸν ὦμον·
- ξεῖνε, πάλαι τινὰ πάγχυ σέθεν πέρι μῦθον ἀκούσας
- ὡσεί περ σφετέρῃσιν ἐνὶ φρεσὶ βάλλομαι ἄρτι.
- ἤλυθε γὰρ στείχων τις ἀπʼ Ἄργεος ὡς μέσος ἀκμῆς
- ἐνθάδʼ Ἀχαιὸς ἀνὴρ Ἑλίκης ἐξ ἀγχιάλοιο·
- ὃς δή τοι μυθεῖτο καὶ ἐν πλεόνεσσιν Ἐπειῶν,
- οὕνεκεν Ἀργείων τις ἕθεν παρεόντος ὄλεσσε
- θηρίον, αἰνολέοντα, κακὸν τέρας ἀγροιώταις,
- κοίλην αὖλιν ἔχοντα Διὸς Νεμέοιο παρʼ ἄλσος,
- οὐκ οἶδʼ ἀτρεκέως ἢ Ἄργεος ἐξ ἱεροῖο
- αὐτόθεν ἢ Τίρυνθα νέμων πόλιν ἠὲ Μυκήνην.
- ὣς κεῖνος ἀγόρευε· γένος δέ μιν εἶναι ἔφασκεν,
- εἰ ἐτεόν περ ἐγὼ μιμνήσκομαι, ἐκ Περσῆος.
159
160
161
162