Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- γαμβρὸς δʼ ἀθανάτων κεκλήσεται, οἳ τάδʼ ἐπῶρσαν
- κνώδαλα φωλεύοντα βρέφος διαδηλήσασθαι.
- ἔσται δὴ τοῦτʼ ἆμαρ, ὁπηνίκα νεβρὸν ἐν εὐνᾷ
- καρχαρόδων σίνεσθαι ἰδὼν λύκος οὐκ ἐθελήσει.
- ἀλλὰ γύναι πῦρ μέν τοι ὑπὸ σποδῷ εὔτυκον ἔστω,
- κάγκανα δʼ ἀσπαλάθου ξύλʼ ἑτοιμάσατʼ ἢ παλιούρου
- ἢ βάτου ἢ ἀνέμῳ δεδονημένον αὖον ἄχερδον·
- καῖε δὲ τώδʼ ἀγρίαισιν ἐπὶ σχίζαισι δράκοντε
- νυκτὶ μέσᾳ, ὅκα παῖδα κανεῖν τεὸν ἤθελον αὐτοί.
- ἦρι δὲ συλλέξασα κόνιν πυρὸς ἀμφιπόλων τις
- ῥιψάτω εὖ μάλα πᾶσαν ὑπὲρ ποταμοῖο φέρουσα
- ῥωγάδας ἐς πέτρας ὑπερούριον, ἂψ δὲ νέεσθαι
- ἄστρεπτος· καθαρῷ δὲ πυρώσατε δῶμα θεείῳ
- πρᾶτον, ἔπειτα δʼ ἅλεσσι μεμιγμένον, ὡς νενόμισται,
- θαλλῷ ἐπιρραίνειν ἐστεμμένῳ ἀβλαβὲς ὕδωρ·
- Ζηνὶ δʼ ἐπιρρέξαι καθυπερτέρῳ ἄρσενα χοῖρον,
- δυσμενέων αἰεὶ καθυπέρτεροι ὡς τελέθοιτε.
- φᾶ, καὶ ἐρωήσας ἐλεφάντινον ᾤχετο δίφρον
- Τειρεσίας πολλοῖσι βαρύς περ ἐὼν ἐνιαυτοῖς.
- Ἡρακλέης δʼ ὑπὸ ματρὶ νέον φυτὸν ὣς ἐν ἀλωᾷ
- ἐτρέφετʼ Ἀργείου κεκλημένος Ἀμφιτρύωνος.
- γράμματα μὲν τὸν παῖδα γέρων Λίνος ἐξεδίδαξεν,
- υἱὸς Ἀπόλλωνος μελεδωνεὺς ἄγρυπνος ἥρως,
- τόξον δʼ ἐντανύσαι καὶ ἐπίσκοπον εἶναι ὀϊστῶν
- Εὔρυτος ἐκ πατέρων μεγάλαις ἀφνειὸς ἀρούραις.
- αὐτὰρ ἀοιδὸν ἔθηκε καὶ ἄμφω χεῖρας ἔπλασσε
- πυξίνᾳ ἐν φόρμιγγι Φιλαμμονίδας εὔμολπος.
- ὅσσα δʼ ἀπὸ σκελέων ἑδροστρόφοι Ἀργόθεν ἄνδρες
- ἀλλάλους σφάλλοντι παλαίσμασιν, ὅσσά τε πύκται
- δεινοὶ ἐν ἱμάντεσσιν, ἅ τʼ ἐς γαῖαν προπεσόντες
- πάμμαχοι ἐξεύροντο σοφίσματα σύμφορα τέχνᾳ,
- πάντʼ ἔμαθʼ Ἑρμείαο διδασκόμενος παρὰ παιδὶ
- Ἁρπαλύκῳ Φανοτῆι, τὸν οὐδʼ ἂν τηλόθι λεύσσων
- θαρσαλέως τις ἔμεινεν ἀεθλεύοντʼ ἐν ἀγῶνι·
- τοῖον ἐπισκύνιον βλοσυρῷ ἐπέκειτο προσώπῳ.
- ἵππους δʼ ἐξελάσασθαι ὑφʼ ἅρματι, καὶ περὶ νύσσαν
- ἀσφαλέως κάμπτοντα τροχῷ σύριγγα φυλάξαι,
- Ἀμφιτρύων ὃν παῖδα φίλα φρονέων ἐδίδαξεν
- αὐτός, ἐπεὶ μάλα πολλὰ θοῶν ἐξήρατʼ ἀγώνων
- Ἄργει ἐν ἱπποβότῳ κειμήλια, καί οἱ ἀαγεῖς
- δίφροι, ἐφʼ ὧν ἐπέβαινε, χρόνῳ διέλυσαν ἱμάντας.
- δούρατι δὲ προβολαίῳ ὑπʼ ἀσπίδι ὦμον ἔχοντα
- ἀνδρὸς ὀρέξασθαι ξιφέων τʼ ἀνέχεσθαι ἀμυχμόν,
- κοσμῆσαί τε φάλαγγα λόχον τʼ ἀναμετρήσασθαι
- δυσμενέων ἐπιόντα καὶ ἱππήεσσι κελεῦσαι
- Κάστωρ Ἱππαλίδας δέδαεν, φυγὰς Ἄργεος ἐνθών,
- ὁππόκα κλᾶρον ἅπαντα καὶ οἰνόπεδον μέγα Τυδεὺς
- ναῖε παρʼ Ἀδρήστοιο λαβὼν ἱππήλατον Ἄργος.
- Κάστορι δʼ οὔτις ὁμοῖος ἐν ἡμιθέοις πολεμιστὴς
- ἄλλος ἔην πρὶν γῆρας ἀποτρῖψαι νεότητα.
- Ὧδε μὲν Ἡρακλῆα φίλα παιδεύσατο μάτηρ.
- εὐνὰ δʼ ἦς τῷ παιδὶ τετυγμένα ἀγχόθι πατρὸς
- δέρμα λεόντειον μάλα οἱ κεχαρισμένον αὐτῷ,
- δεῖπνον δὲ κρέα τʼ ὀπτὰ καὶ ἐν κανέῳ μέγας ἄρτος
- Δωρικός· ἀσφαλέως κε φυτοσκάφον ἄνδρα κορέσσαι.
- αὐτὰρ ἐπʼ ἄματι τυννὸν ἄνευ πυρὸς αἴνυτο δόρπον.
- εἵματα δʼ οὐκ ἀσκητὰ μέσας ὑπὲρ ἕννυτο κνάμας.
154
155
156
- τὸν δʼ ὁ γέρων προσέειπε φυτῶν ἐπίουρος ἀροτρεὺς
- παυσάμενος ἔργοιο, τό οἱ μετὰ χερσὶν ἔκειτο·
- ἔκ τοι ξεῖνε πρόφρων μυθήσομαι ὅσσʼ ἐρεείνεις,
- ̔Ερμέω ἁζόμενος δεινὴν ὄπιν εἰνοδίοιο·
- τὸν γάρ φασι μέγιστον ἐπουρανίων κεχολῶσθαι,
- εἴ κεν ὁδοῦ ζαχρεῖον ἀνήνηταί τις ὁδίτην.
- ποῖμναι μὲν βασιλῆος εὔτριχες Αὐγείαο
- οὐ πᾶσαι βόσκονται ἴαν βόσιν οὐδʼ ἕνα χῶρον·
- ἀλλʼ αἱ μέν ῥα νάοντος ἐπʼ ὄχθαις ἀμφʼ Ἐλισοῦντος,
- αἱ δʼ ἱερὸν θείοιο παρὰ ῥόον Ἀλφειοῖο,
- αἱ δʼ ἐπὶ Βουπρασίου πολυβότρυος, αἱ δὲ καὶ ὧδε.
- χωρὶς δὴ σηκοί σφι τετυγμένοι εἰσὶν ἑκάσταις.
- αὐτὰρ βουκολίοισι περιπλήθουσί περ ἔμπης
- πάντεσσιν νομοὶ ὧδε τεθηλότες αἰὲν ἔασι,
- Μηνίου ἀμμέγα τῖφος, ἐπεὶ πολυειδέα ποίην
- λειμῶνες θαλέθουσιν ὑπόδροσοι εἰαμεναί τε
- εἰς ἅλις, ἥ ῥα βόεσσι μένος κεραῇσιν ἀέξει.
- αὖλις δέ σφισιν ἥδε τεῆς ἐπὶ δεξιὰ χειρὸς
- φαίνεται εὖ μάλα πᾶσα πέρην ποταμοῖο ῥέοντος,
- κείνῃ, ὅθι πλατάνιστοι ἐπηεταναὶ πεφύασι
- χλωρή τʼ ἀγριέλαιος, Ἀπόλλωνος νομίοιο
- ἱερὸν ἁγνόν, ξεῖνε, τελειοτάτοιο θεοῖο.
- εὐθὺς δὲ σταθμοὶ περιμήκεες ἀγροιώταις
- δέδμηνθʼ, οἳ βασιλῆι πολὺν καὶ ἀθέσφατον ὄλβον
- ῥυόμεθʼ ἐνδυκέως, τριπόλοις σπόρον ἐν νειοῖσιν
- ἔσθʼ ὅτε βάλλοντες καὶ τετραπόλοισιν ὁμοίως.
- οὔρους μὴν ἴσασι φυτοσκάφοι οἱ πολύεργοι,
- ἐς ληνοὺς δʼ ἱκνεῦνται, ἐπὴν θέρος ὥριον ἔλθῃ.
- πᾶν γὰρ δὴ πεδίον τόδʼ ἐπίφρονος Αὐγείαο,
- πυροφόροι τε γύαι καὶ ἀλωαὶ δενδρήεσσαι,
- μέχρις ἐπʼ ἐσχατιὰς πολυπίδακος ἀκρωρείης,
- ἃς ἡμεῖς ἔργοισιν ἐποιχόμεθα πρόπαν ἦμαρ,
- ἣ δίκη οἰκήων, οἷσιν βίος ἔπλετʼ ἐπʼ ἀγροῦ.
- ἀλλὰ σύ πέρ μοι ἔνισπε, τό τοι καὶ κέρδιον αὐτῷ
- ἔσσεται, οὗτινος ὧδε κεχρημένος εἰλήλουθας,
- ἠὲ σύγʼ Αὐγείην ἢ καὶ δμώων τινὰ κείνου
- δίζεαι, οἵ οἱ ἔασιν. ἐγὼ δέ κέ τοι σάφα εἰδὼς
- ἀτρεκέως εἴποιμʼ, ἐπεὶ οὐ σέγε φημὶ κακῶν ἒξ
- ἔμμεναι οὐδὲ κακοῖσιν ἐοικότα φύμεναι αὐτόν,
- οἷόν τοι μέγα εἶδος ἐπιπρέπει. ἦ ῥά νυ παῖδες
- ἀθανάτων τοιοίδε μετὰ θνητοῖσιν ἔασι.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη Διὸς ἄλκιμος υἱός.
- ναὶ γέρον Αὐγείην ἐθέλοιμί κεν ἀρχὸν Ἐπειῶν
- εἰσιδέειν· τοῦ γάρ με καὶ ἤγαγεν ἐνθάδε χρειώ.
- εἰ δʼ ὁ μὲν ἂρ κατὰ ἄστυ μένει παρὰ οἷσι πολίταις
- δήμου κηδόμενος, διὰ δὲ κρίνουσι θέμιστας,
- δμώων δή τινα πρέσβυ σύ μοι φράσον ἡγεμονεύσας,
- ὅστις ἐπʼ ἀγρῶν τῶνδε γεραίτερος αἰσυμνήτης,
- ᾧ κε τὸ μὲν εἴποιμι, τὸ δʼ ἐκ φαμένοιο πυθοίμην.
- ἄλλου δʼ ἄλλον ἔθηκε θεὸς ἐπιδευέα φωτῶν.
- τὸν δʼ ὁ γέρων ἐξαῦτις ἀμείβετο δῖος ἀροτρεύς·
- ̓Αθανάτων ὦ ξεῖνε φραδῇ τινος ἐνθάδʼ ἱκάνεις,
- ὥς τοι πᾶν ὃ θέλεις αἶψα χρέος ἐκτετέλεσται.
- ὧδε γὰρ Αὐγείης, υἱὸς φίλος Ἠελίοιο,
- σφωιτέρῳ σὺν παιδί, βίῃ Φυλῆος ἀγαυοῦ,
- χθιζός γʼ εἰλήλουθεν ἀπʼ ἄστεος, ἤμασι πολλοῖς
- κτῆσιν ἐποψόμενος, ἥ οἱ νήριθμος ἐπʼ ἀγρῶν·
- ὥς που καὶ βασιλεῦσιν ἐείδεται ἐν φρεσὶν ᾗσιν
157
158