Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- ἔλπομαι οὐχ ἕτερον τόδε τλήμεναι Αἰγιαλήων
- ἠὲ σέ· δέρμα δὲ θηρὸς ἀριφραδέως ἀγορεύει
- χειρῶν καρτερὸν ἔργον, ὅ τοι περὶ πλευρὰ καλύπτει.
- εἴπʼ ἄγε νῦν μοι πρῶτον, ἵνα γνώω κατὰ θυμόν,
- ἥρως, εἴτʼ ἐτύμως μαντεύομαι εἴτε καὶ οὐκί,
- εἰ σύγʼ ἐκεῖνος, ὃν ἧμιν ἀκουόντεσσιν ἔειπεν
- οὑξ Ἑλίκηθεν Ἀχαιός, ἐγὼ δέ σε φράζομαι ὀρθῶς.
- εἰπὲ δʼ ὅπως ὀλοὸν τόδε θηρίον αὐτὸς ἔπεφνες,
- ὅππως τʼ εὔυδρον Νεμέης εἰσήλυθε χῶρον·
- οὐ μὲν γάρ κε τοσόνδε κατʼ Ἀπίδα κνώδαλον εὕροις
- ἱμείρων ἰδέειν, ἐπεὶ οὐ μάλα τηλίκα βόσκει,
- ἀλλʼ ἄρκτους τε σύας τε λύκων τʼ ὀλοφώιον ἔρνος.
- τῷ καὶ θαυμάζεσκον ἀκούοντες τότε μῦθον·
- οἱ δέ νυ καὶ ψεύδεσθαι ὁδοιπόρον ἀνέρʼ ἔφαντο
- γλώσσης μαψιδίοιο χαριζόμενον παρεοῦσιν.
- Ὣς εἰπὼν μέσσης ἐξηρώησε κελεύθου
- Φυλεύς, ὄφρα κιοῦσιν ἅμα σφίσιν ἄρκιος εἴη,
- καί ῥά τε ῥηίτερον φαμένου κλύοι Ἡρακλῆος,
- ὅς μιν ὁμαρτήσας τοίῳ προσελέξατο μύθῳ·
- Ὦ Αὐγηιάδη, τὸ μὲν ὅττί με πρῶτον ἀνήρευ,
- αὐτὸς καὶ μάλα ῥεῖα κατὰ στάθμην ἐνόησας.
- ἀμφὶ δέ σοι τὰ ἕκαστα λέγοιμί κε τοῦδε πελώρου
- ὅππως ἐκράανθεν, ἐπεὶ λελίησαι ἀκούειν,
- νόσφίν γʼ ἢ ὅθεν ἦλθε· τὸ γὰρ πολέων περ ἐόντων
- Ἀργείων οὐδείς κεν ἔχοι σάφα μυθήσασθαι·
- οἶον δʼ ἀθανάτων τίνʼ ἐίσκομεν ἀνδράσι πῆμα
- ἱρῶν μηνίσαντα Φορωνείδῃσιν ἐφεῖναι.
- πάντας γὰρ πισῆας ἐπικλύζων ποταμὸς ὣς
- λῖς ἄμοτον κεράιζε, μάλιστα δὲ Βεμβιναίους,
- οἵ ἑθεν ἀγχόμοροι ναῖον πασχόντες ἄτλητα.
- τὸν μὲν ἐμοὶ πρώτιστα τελεῖν ἐπέταξεν ἄεθλον
- Εὐρυσθεύς, κτεῖναι δέ μʼ ἐφίετο θηρίον αἰνόν.
- αὐτὰρ ἐγὼ κέρας ὑγρὸν ἑλὼν κοίλην τε φαρέτρην
- ἰῶν ἐμπλείην νεόμην, ἑτέρηφι δὲ βάκτρον
- εὐπαγὲς αὐτόφλοιον ἐπηρεφέος κοτίνοιο
- ἔμμητρον, τὸ μὲν αὐτὸς ὑπὸ ζαθέῳ Ἑλικῶνι
- εὑρὼν σὺν πυκινῇσιν ὁλοσχερὲς ἔσπασα ῥίζαις.
- αὐτὰρ ἐπεὶ τὸν χῶρον, ὅθι λῖς ἦεν, ἵκανον,
- δὴ τότε τόξον ἑλὼν στρεπτὴν ἐπέλασσα κορώνῃ
- νευρειήν, περὶ δʼ ἰὸν ἐχέστονον εἶθαρ ἔβησα.
- πάντῃ δʼ ὄσσε φέρων ὀλοὸν τέρας ἐσκοπίαζον,
- εἴ μιν ἐσαθρήσαιμι, πάρος γʼ ἐμὲ κεῖνον ἰδέσθαι.
- ἤματος ἦν τὸ μεσηγύ, καὶ οὐδέ πῃ ἴχνια τοῖο
- φρασθῆναι δυνάμην οὐδʼ ὠρυγμοῖο πυθέσθαι.
- οὐδὲ μὲν ἀνθρώπων τις ἔην ἐπὶ βουσὶ καὶ ἔργοις
- φαινόμενος σπορίμοιο διʼ αὔλακος, ὅντινʼ ἐροίμην·
- ἀλλὰ κατὰ σταθμοὺς χλωρὸν δέος εἶχεν ἕκαστον.
- οὐ μὴν πρὶν πόδας ἔσχον ὄρος τανύφυλλον ἐρευνῶν,
- πρὶν ἰδέειν ἀλκῆς τε παραυτίκα πειρηθῆναι.
- ἤτοι ὁ μὲν σήραγγα προδείελος ἔστιχεν εἰς ἥν,
- βεβρωκὼς κρειῶν τε καὶ αἵματος, ἀμφὶ δὲ χαίτας
- αὐχμηρὰς πεπάλακτο φόνῳ χαροπόν τε πρόσωπον
- στήθεά τε, γλώσσῃ δὲ περιλιχμᾶτο γένειον.
- αὐτὰρ ἐγὼ θάμνοισιν ἄφαρ σκιεροῖσιν ἐκρύφθην
- ἐν ῥίῳ ὑλήεντι δεδεγμένος ὁππόθʼ ἵκοιτο,
- καὶ βάλον ἆσσον ἰόντος ἀριστερὸν ἐς κενεῶνα
- τηϋσίως· οὐ γάρ τι βέλος διὰ σαρκὸς ὄλισθεν
- ὀκριόεν, χλωρῇ δὲ παλίσσυτον ἔμπεσε ποίῃ.
- αὐτὰρ ὁ κρᾶτα δαφοινὸν ἀπὸ χθονὸς ὦκʼ ἐπάειρε
- θαμβήσας, πάντῃ δὲ διέδρακεν ὀφθαλμοῖσι
- σκεπτόμενος, λαμυροὺς δὲ χανὼν ὑπʼ ὀδόντας ἔφηνε.
- τῷ δʼ ἐγὼ ἄλλον ὀιστὸν ἀπὸ νευρῆς προΐαλλον
- ἀσχαλόων, ὅ μοι ὁ πρὶν ἐτώσιος ἔκφυγε χειρός·
- μεσσηγὺς δʼ ἔβαλον στηθέων, ὅθι πνεύμονος ἕδρη.
- ἀλλʼ οὐδʼ ὣς ὑπὸ βύρσαν ἔδυ πολυώδυνος ἰός,
- ἀλλʼ ἔπεσε προπάροιθε ποδῶν ἀνεμώλιος αὔτως.
- τὸ τρίτον αὖ μέλλεσκον ἀσώμενος ἐν φρεσὶν αἰνῶς
- αὐερύειν· ὁ δέ μʼ εἶδε περιγληνώμενος ὄσσοις
- θὴρ ἄμοτος, μακρὴν δὲ περʼ ἰγνύῃσιν ἕλιξε
- κέρκον, ἄφαρ δὲ μάχης ἐμνήσατο· πᾶς δέ οἱ αὐχὴν
- θυμοῦ ἐνεπλήσθη, πυρσαὶ δʼ ἔφριξαν ἔθειραι
- σκυζομένῳ, κυρτὴ δὲ ῥάχις γένετʼ ἠύτε τόξον,
- πάντοθεν εἰληθέντος ὑπὸ λαγόνας τε καὶ ἰξύν.
- ὡς δʼ ὅτʼ ἂν ἁρματοπηγὸς ἀνὴρ πολέων ἴδρις ἔργων
- ὄρπηκας κάμπτῃσιν ἐρινεοῦ εὐκεάτοιο,
- θάλψας ἐν πυρὶ πρῶτον, ἐπαξονίῳ κύκλα δίφρῳ·
- τοῦ μὲν ὑπὲκ χειρῶν ἔφυγεν τανύφλοιος ἐρινεὸς
- καμπτόμενος, τηλοῦ δὲ μιῇ πήδησε σὺν ὁρμῇ·
- ὣς ἐπʼ ἐμοὶ λῖς αἰνὸς ἀπόπροθεν ἀθρόος ἆλτο
- μαιμώων χροὸς ἆσαι· ἐγὼ δʼ ἑτέρηφι βέλεμνα
- χειρὶ προεσχεθόμην καὶ ἀπʼ ὤμων δίπλακα λώπην,
- τῇ δʼ ἑτέρῃ ῥόπαλον κόρσης ὕπερ αὖον ἀείρας
- ἤλασα κὰκ κεφαλῆς, διὰ δʼ ἄνδιχα τρηχὺν ἔαξα
- αὐτοῦ ἐπὶ λασίοιο καρήατος ἀγριέλαιον
- θηρὸς ἀμαιμακέτοιο· πέσεν δʼ ὅγε πρὶν ἔμʼ ἱκέσθαι
- ὑψόθεν ἐν γαίῃ, καὶ ἐπὶ τρομεροῖς ποσὶν ἔστη
- νευστάζων κεφαλῇ· περὶ γὰρ σκότος ὄσσέ οἱ ἄμφω
- ἦλθε, βίῃ σεισθέντος ἐν ὀστέῳ ἐγκεφάλοιο.
- τὸν μὲν ἐγὼν ὀδύνῃσι παραφρονέοντα βαρείαις
- νωσάμενος, πρὶν αὖτις ὑπότροπον ἀμπνυνθῆναι,
- αὐχένος ἀρρήκτοιο παρʼ ἰνίον ἤλασα προφθάς,
- ῥίψας τόξον ἔραζε πολύρραπτόν τε φαρέτρην·
- ἦγχον δʼ ἐγκρατέως στιβαρὰς σὺν χεῖρας ἐρείσας
- ἐξόπιθεν, μὴ σάρκας ὑποδρύψῃ ὀνύχεσσι,
- πρὸς δʼ οὖδας πτέρνῃσι πόδας στερεῶς ἐπίεζον
- οὐραίους ἐπιβάς, μηροῖσί τε πλεύρʼ ἐφύλασσον,
- μέχρί οἱ ἐξετάνυσσα βραχίονας ὀρθὸν ἀείρας
- ἄπνευστον, ψυχὴν δὲ πελώριος ἔλλαχεν Ἅιδης.
- καὶ τότε δὴ βούλευον, ὅπως λασιαύχενα βύρσαν
- θηρὸς τεθνειῶτος ἀπὸ μελέων ἐρυσαίμην,
- ἀργαλέον μάλα μόχθον, ἐπεὶ οὐκ ἔσκε σιδήρῳ
- τμητὴ οὐδὲ λίθοις πειρωμένῳ, οὐδὲ μὲν ἄλλῃ
- ἔνθά μοι ἀθανάτων τις ἐπὶ φρεσὶ θῆκε νοῆσαι
- αὐτοῖς δέρμα λέοντος ἀνασχίζειν ὀνύχεσσι.
- τοῖσι θοῶς ἀπέδειρα, καὶ ἀμφεθέμην μελέεσσιν
- ἕρκος ἐνυαλίου ταμεσίχροος ἰωχμοῖο.
- οὗτός τοι Νεμέου γένετʼ ὦ φίλε θηρὸς ὄλεθρος,
- πολλὰ πάρος μήλοις τε καὶ ἀνδράσι κήδεα θέντος.
163
164
165
166
- Ἰνὼ καὐτονόα χἁ μαλοπάραυος Ἀγαύα
- τρεῖς θιάσως ἐς ὄρος τρεῖς ἄγαγον αὐταὶ ἐοῖσαι.
- χαἱ μὲν ἀμερξάμεναι λασίας δρυὸς ἄγρια φύλλα
- κισσόν τε ζώοντα καὶ ἀσφόδελον τὸν ὑπὲρ γᾶς
- ἐν καθαρῷ λειμῶνι κάμον δυοκαίδεκα βωμούς,
- τὼς τρεῖς τᾷ Σεμέλᾳ, τὼς ἐννέα τῷ Διονύσῳ.
- ἱερὰ δʼ ἐκ κίστας ποπανεύματα χερσὶν ἑλοῖσαι