Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- εὐφάμως κατέθεντο νεοδρέπτων ἐπὶ βωμῶν,
- ὡς ἐδίδασχʼ, ὡς αὐτὸς ἐθυμάρει Διόνυσος.
- Πενθεὺς δʼ ἀλιβάτου πέτρας ἄπο πάντʼ ἐθεώρει,
- σχῖνον ἐς ἀρχαίαν καταδύς, ἐπιχώριον ἔρνος.
- Αὐτονόα πράτα νιν ἀνέκραγε δεινὸν ἰδοῖσα,
- σὺν δʼ ἐτάραξε ποσὶν μανιώδεος ὄργια Βάκχου,
- ἐξαπίνας ἐπιοῖσα, τὰ δʼ οὐχ ὁρέοντι βέβηλοι.
- μαίνετο μέν θʼ αὕτα, μαίνοντο δʼ ἄρʼ εὐθὺ καὶ ἄλλαι.
- Πενθεὺς μὲν φεῦγεν πεφοβημένος, αἱ δʼ ἐδίωκον,
- πέπλως ἐκ ζωστῆρος ἐπʼ ἰγνύαν ἐρύσαισαι.
- Πενθεὺς μὲν τόδʼ ἔειπε· τίνος κέχρησθε γυναῖκες;
- Αὐτονόα τόδʼ ἔειπε τάχα γνώσῃ πρὶν ἀκοῦσαι.
- μάτηρ μὲν κεφαλὰν μυκήσατο παιδὸς ἑλοῖσα,
- ὅσσόν περ τοκάδος τελέθει μύκημα λεαίνας·
- Ἰνὼ δʼ ἐξέρρηξε σὺν ὠμοπλάτᾳ μέγαν ὦμον
- λὰξ ἐπὶ γαστέρα βᾶσα, καὶ Αὐτονόας ῥυθμὸς ωὑτός·
- αἱ δʼ ἄλλαι τὰ περισσὰ κρεανομέοντο γυναῖκες.
- ἐς Θήβας δʼ ἀφίκοντο πεφυρμέναι αἵματι πᾶσαι,
- ἐξ ὄρεος πένθημα καὶ οὐ Πενθῆα φέροισαι.
- οὐκ ἀλέγω· μηδʼ ἄλλος ἀπεχθομένω Διονύσῳ
- φροντίζοι, μηδʼ εἰ χαλεπώτερα τῶνδʼ ἐμόγησεν,
- εἴη δʼ ἐνναέτης ἢ καὶ δεκάτω ἐπιβαίνοι·
- αὐτὸς δʼ εὐαγέοιμι καὶ εὐαγέεσσιν ἅδοιμι.
- ἐκ Διὸς αἰγιόχω τιμὰν ἔχει αἰετὸς οὗτος.
- εὐσεβέων παίδεσσι τὰ λώια, δυσσεβέων δʼ οὔ.
- χαίροι μὲν Διόνυσος, ὃν ἐν Δρακάνῳ νιφόεντι
- Ζεὺς ὕπατος μεγάλαν ἐπιγουνίδα κάτθετο λύσας·
- χαίροι δʼ εὐειδὴς Σεμέλα καὶ ἀδελφεαὶ αὐτᾶς
- Καδμεῖαι πολλαῖς μεμελημέναι ἡρωίναις,
- αἳ τόδε ἔργον ἔρεξαν ὀρίναντος Διονύσου
- οὐκ ἐπιμωματόν. μηδεὶς τὰ θεῶν ὀνόσαιτο.
167
168
169
170
- Γλαύκας ὦ φιλέριθʼ ἀλακάτα δῶρον Ἀθανάας
- γύναιξιν, νόος οἰκωφελίας αἷσιν ἐπάβολος,
- θέρσεισʼ ἄμμιν ὑμάρτη πόλιν ἐς Νείλεος ἀγλάαν,
- ὅπᾳ Κύπριδος ἶρον καλάμω χλῶρον ὑπαπάλω.
- τυῖδε γὰρ πλόον εὐάνεμον αἰτήμεθα πὰρ Δίος,
- ὅπως ξέννον ἔμον τέρψομʼ ἴδων κἀντιφιλήσομεν,
- Νικίαν, Χαρίτων ἰμεροφώνων ἴερον φύτον,
- καὶ σὲ τὰν ἐλέφαντος πολυμόχθω γεγενημέναν
- δῶρον Νικιάας εἰς ὀλόχω χέρρας ὀπάσσομεν,
- σὺν τᾷ πόλλα μὲν ἔργʼ ἐκτελέσεις ἀνδρεΐοις πέπλοις,
- πόλλα δʼ οἷα γύναικες φορέοισʼ ὐδάτινα βράκη.
- δὶς γὰρ μάτερες ἄρνων μαλάκοις ἐν βοτάνᾳ πόκοις
- πέξαιντʼ αὐτοένει, Θευγένιδός γʼ ἔνεκʼ ἐυσφύρω·
- οὕτως ἀνυσίεργος, φιλέει δʼ ὅσσα σαόφρονες.
- οὐ γὰρ εἰς ἀκίρας οὐδʼ ἐς ἀέργω κεν ἐβολλόμαν
- ὀπάσσαι σε δόμοις ἀμμετέρας ἔσσαν ἀπὺ χθόνος.
- καὶ γάρ τοι πάτρις, ἃν ὡξ Ἐφύρας κτίσσέ ποτʼ Ἀρχίας
- νάσω Τρινακρίας μύελον, ἄνδρων δοκίμων πόλιν.
- νῦν μὰν οἶκον ἔχοισʼ ἄνερος, ὃς πόλλʼ ἐδάη σόφα
- ἀθρώποισι νόσοις φάρμακα λύγραις ἀπαλαλκέμεν,
- οἰκήσεις κατὰ Μίλλατον ἐράνναν πεδʼἸαόνων,
- ὡς εὐαλάκατος Θεύγενις ἐν δαμότισιν πέλῃ,
- καί οἱ μνᾶστιν ἄει τῶ φιλαοίδω παρέχῃς ξένω.
- κῆνο γάρ τις ἔρει τὤπος ἴδων σʼ· ἦ μεγάλα χάρις
- δώρῳ σὺν ὀλίγῳ· πάντα δὲ τίματα τὰ πὰρ φίλων.
171
- οἶνος ὦ φίλε παῖ λέγεται καὶ ἀλάθεα·
- κἄμμε χρὴ μεθύοντας ἀλαθέας ἔμμεναι.
- κἤγω μὲν τὰ φρενῶν ἐρέω κέατʼ ἐν μυχῷ.
- οὐκ ὄλας φιλέειν μʼ ἐθέλησθʼ ἀπὸ καρδίας.
- γινώσκω· τὸ γὰρ ἅμισυ τᾶς ζοΐας ἔχω
- ζὰ τὰν σὰν ἰδέαν, τὸ δὲ λοιπὸν ἀπώλετο.
- χὥτα μὲν σὺ θέλῃς, μακάρεσσιν ἴσαν ἄγω
- ἁμέραν· ὅτα δʼ οὐκ ἐθέλῃς τύ, μάλʼ ἐν σκότῳ.
- πῶς ταῦτʼ ἄρμενα, τὸν φιλέοντʼ ἀνίαις δίδων;
- ἀλλʼ εἴ μοί τι πίθοιο νέος προγενεστέρῳ,
- τῷ κε λώιον αὔτος ἔχων ἔμʼ ἐπαινέσαις,
- ποίησαι καλίαν μίαν εἰν ἑνὶ δενδρίῳ,
- ὅππῃ μηδὲν ἀπίξεται ἄγριον ὄρπετον.
- νῦν δὲ τῶδε μὲν ἄματος ἄλλον ἔχης κλάδον,
- ἄλλον δʼ αὔριον, ἐξ ἑτέρω δʼ ἕτερον μάτης·
- καἰ μέν σευ τὸ κάλον τις ἴδων ῥέθος αἰνέσαι,
- τῷ δʼ εὔθυς πλέον ἢ τριέτης ἐγένευ φίλος,
- τὸν πρῶτον δὲ φιλεῦντα τρίταιον ἐθήκαο.
- ἄνδρων τῶν ὑπερανορέων δοκίμοις πνέειν.
- φίλη δʼ, ἇς κʼ ἔτʼ ἔῃς, τὸν ὕμοιον ἔχην ἄει.
- αἰ γὰρ ὧδε πόῃς, ἄγαθος μὲν ἀκούσεαι
- ἐξ ἄστων· ὁ δέ τοί κʼ Ἔρος οὐ χαλέπως ἔχοι,
- ὃς ἄνδρων φρένας εὐμαρέως ὑποδάμναται,
- κἤμε μάλθακον ἐξ ἐπόησε σιδαρίω.
- ἀλλὰ πὲρ ἀπάλω στύματός σε πεδέρχομαι
- ὀμνάσθην, ὅτι πέρυσιν ἦσθα νεώτερος,
- χὥτι γηραλέοι πέλομες πρὶν ἀποπτύσαι
- καὶ ῥύσοι, νεότατα δʼ ἔχην παλινάγρετον
- οὐκ ἔστι· πτέρυγας γὰρ ἐπομμαδίαις φόρη,
- κἄμμες βαρδύτεροι τὰ ποτήμενα συλλάβην.
- ταῦτα χρὴ νοέοντα πέλην ποτιμώτερον,
- καί μοι τὠραμένῳ συνέραν ἀδόλως σέθεν,
- ὅπως, ἁνίκα τὰν γένυν ἀνδρεΐαν ἔχῃς,
- ἀλλάλοισι πελώμεθʼ Ἀχιλλέϊοι φίλοι.
- αἰ δὲ ταῦτα φέρην ἀνέμοισιν ἐπιτρόπῃς,
- ἐν θύμῳ δὲ λέγῃς τί με δαιμόνιʼ ἐνόχλης;
- νῦν μὲν κἠπὶ τὰ χρύσεα μᾶλʼ ἔνεκεν σέθεν
- βαίην καὶ φύλακον νεκύων πεδὰ Κέρβερον,
- τότα δʼ οὐδὲ καλεῦντος ἐπʼ αὐλεΐαις θύραις
- προμόλοιμί κε παυσάμενος χαλέπω πόθω.
172
173
- Ὤιαι τῶ χαλεπῶ καἰνομόρω τῶδε νοσήματος·
- τετορταῖος ἔχει, παιδὸς ἔρως, μῆνά με δεύτερον,
- μᾶκος μὲν μετρίω γʼ, ἀλλʼ ὁπόσον τῶ πέδα περρέχε
- τᾶς γᾶς τοῦτο χάρις· ταῖς δὲ παραύαις γλυκὺ μειδίαι.
- καὶ νῦν μὲν τὸ κακὸν ταῖς μὲν ἔχει, ταῖσι δέ μʼ οὐκέτι,
- τάχα δʼ οὐδʼ ὅσον ὕπνω ’πιτύχην ἔσσετʼ ἐρωία·
- ἐχθὲς γὰρ παριὼν ἔδρακε λέπτʼ ἄμμε διʼ ὀφρύγων
- αἰδεσθεὶς ποτίδην ἀντίος, ἠρεύθετο δὲ χρόα.
- ἔμεθεν δὲ πλέον τᾶς κραδίας ὥʼ ρος ἐδράξατο,
- εἰς οἶκον δʼ ἀπέβαν ἕλκος ἔχων καὶ τὸ κέαρ δακών.
- πολλὰ δʼ εἰσκαλέσας θυμὸν ἐμαυτοῦ διελεξάμαν·
- τί δὴ ταῦτα ποίης; ἀλοσύνας τί ἔσχατον ἔσσεται;
- λεύκας οὐκετʼ ἴσησθʼ ὅττι φορῇς ἐν κροτάφοις τρίχας;
- ὧρά τοι φρονέειν μὴ οὔτι νέος τὰν ἰδέαν πέλῃ.
- πάντʼ ἔρδης ἅπερ οἱ τῶν ἐτέων ἄρτι γεγευμένοι.
- καὶ μὰν ἄλλο δε λάθει· τόδʼ ἄρʼ ἦς λώιον, ἔμμεναι
- ξέννον τῶν χαλεπῶν παιδὸς ἐράννω παράπαν πόθων
- τῷ μὲν γὰρ βίος ἕρπει προγόνοις ἶσʼ ἐλάφω θοᾶς,
- χαλάσει δʼ ἑτέρᾳ ποντοπόρην αὔριον ἄρμενα.