Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- καὶ κάλλος καλόν ἐστι τὸ παιδικόν, ἀλλʼ ὀλίγον ζῇ.
- ἥξει καιρὸς ἐκεῖνος, ὁπανίκα καὶ τὺ φιλάσεις,
- ἁνίκα τὰν κραδίαν ὀπτεύμενος ἁλμυρὰ κλαύσῃ.
- ἀλλὰ τὺ παῖ καὶ τοῦτο πανύστατον ἁδύ τι ῥέξον·
- ὁππόταν ἐξενθὼν ἠρτημένον ἐν προθύροισι
- τοῖσι τεοῖσιν ἴδῃς τὸν τλάμονα, μή με παρένθῃς,
- στᾶθι δὲ καὶ βραχὺ κλαῦσον, ἐπισπείσας δὲ τὸ δάκρυ
- λῦσον τῶ σχοίνω με καὶ ἀμφίθες ἐκ ῥεθέων σῶν
- εἵματα καὶ κρύψόν με, τὸ δʼ αὖ πύματόν με φίλασον,
- κἂν νεκρῷ χάρισαι τὰ σὰ χείλεα. μή με φοβαθῇς·
- οὐ δύναμαι λυπεῖν σε, διαλλάξεις με φιλάσας.
- χῶμα δέ μοι χῶσόν τι ὅ μευ κρύψει τὸν ἔρωτα.
- κἂν ἀπίῃς, τόδε μοι τρὶς ἐπαίασον· ὦ φίλε κεῖσαι.
- ἢν δὲ θέλῃς, καὶ τοῦτο· καλὸς δέ μοι ὤλεθʼ ἑταῖρος.
- γράψον καὶ τόδε γράμμα, τὸ σοῖς τοίχοισι χαράξω·
- τοῦτον ἔρως ἔκτεινεν. ὁδοιπόρε, μὴ παροδεύσῃς,
- ἀλλὰ στὰς τόδε λέξον· ἀπηνέα εἶχεν ἑταῖρον.
- Ὧδʼ εἰπὼν λίθον εἷλκεν, ἐρεισάμενος δʼ ἐπὶ τοίχω
- ἄχρι μέσων οὐδῶν φοβερὸν λίθον ἅπτετʼ ἀπʼ αὐτῶν,
- τὰν λεπτὰν σχοινῖδα, βρόχον δʼ ἐνέβαλλε τραχήλῳ,
- τὰν ἕδραν δʼ ἐκύλισεν ὑπὲκ ποδός, ἠδʼ ἐκρεμάσθη
- νεκρός. ὁ δʼ αὖτʼ ὤιξε θύρας καὶ τὸν νεκρὸν εἶδεν
- αὐλᾶς ἐξ ἰδίας ἠρτημένον, οὐδʼ ἐλυγίχθη
- τὰν ψυχάν, οὐ κλαῦσε νέον φόνον, ἀλλʼ ἐπὶ νεκρῷ
- εἵματα πάντʼ ἐμίανεν, ἐφαβικὰ βαῖνε δʼ ἐς ἄθλα
- γυμναστῶν, καὶ τῆλε φίλων ἐπεμαίετο λουτρῶν,
- καὶ ποτὶ τὸν θεὸν ἦλθε, τὸν ὕβρισε· λαϊνέας δὲ
- ἵστατʼ ἀπὸ κρηπῖδος ἐς ὕδατα· τῷ δʼ ἐφύπερθεν
- ἅλατο καὶ τὤγαλμα, κακὸν δʼ ἔκτεινεν ἔφαβον·
- νᾶμα δʼ ἐφοινίχθη· παιδὸς δʼ ἐπενάχετο σῶμα.
- χαίρετε τοὶ φιλέοντες· ὁ γὰρ μισῶν ἐφονεύθη.
- στέργετε δʼ οἱ μισεῦντες· ὁ γὰρ θεὸς οἶδε δικάζειν.
150
- Ἡρακλέα δεκάμηνον ἐόντα πόχʼ ἁ Μιδεᾶτις
- Ἀλκμήνα καὶ νυκτὶ νεώτερονἸφικλῆα,
- ἀμφοτέρους λούσασα καὶ ἐμπλήσασα γάλακτος,
- χαλκείαν κατέθηκεν ἐς ἀσπίδα, τὰν Πτερελάου
- Ἀμφιτρύων καλὸν ὅπλον ἀπεσκύλευσε πεσόντος.
- ἁπτομένα δὲ γυνὰ κεφαλᾶς μυθήσατο παίδων·
- εὕδετʼ ἐμὰ βρέφεα γλυκερὸν καὶ ἐγέρσιμον ὕπνον,
- εὕδετʼ ἐμὰ ψυχά, δύʼ ἀδελφεώ, εὔσοα τέκνα·
- ὄλβιοι εὐνάζοισθε καὶ ὄλβιοι ἀῶ ἵκοισθε.
- Ὣς φαμένα δίνασε σάκος μέγα· τοὺς δʼ ἔλαβʼ ὕπνος.
- ἆμος δὲ στρέφεται μεσονύκτιον ἐς δύσιν ἄρκτος
- Ὠρίωνα κατʼ αὐτόν, ὁ δʼ ἀμφαίνει μέγαν ὦμον,
- τᾶμος ἄρʼ αἰνὰ πέλωρα δύω πολυμήχανος Ἥρη
- κυανέαις φρίσσοντας ὑπὸ σπείραισι δράκοντας
- ὦρσεν ἐπὶ πλατὺν οὐδόν, ὅθι σταθμὰ κοῖλα θυράων
- εἶκεν, ἀπειλήσασα φαγεῖν βρέφος Ἡρακλῆα.
- τὼ δʼ ἐξειληθέντες ἐπὶ χθονὶ γαστέρας ἄμφω
- αἱμοβόρους ἐκύλιον· ἀπʼ ὀφθαλμῶν δὲ κακὸν πῦρ
- ἐρχομένοις λάμπεσκε, βαρὺν δʼ ἐξέπτυον ἰόν.
- ἀλλʼ ὅτε δὴ παίδων λιχμώμενοι ἐγγύθεν ἦνθον,
- καὶ τότʼ ἄρʼ ἐξέγροντο, Διὸς νοέοντος ἅπαντα,
- Ἀλκμήνας φίλα τέκνα, φάος δʼ ἀνὰ οἶκον ἐτύχθη.
- ἤτοι ὅγʼ εὐθὺς ἄυσεν, ὅπως κακὰ θηρίʼ ἀνέγνω
- κοίλου ὑπὲρ σάκεος καὶ ἀναιδέας εἶδεν ὀδόντας,
- Ἰφικλέης, οὔλαν δὲ ποσὶν διελάκτισε χλαῖναν,
- φευγέμεν ὁρμαίνων· ὁ δʼ ἐναντίος εἴχετο χερσὶν
- Ἡρακλέης, ἄμφω δὲ βαρεῖ ἐνεδήσατο δεσμῷ,
- δραξάμενος φάρυγος, τόθι φάρμακα λυγρὰ κέκρυπται
- οὐλομένοις ὀφίεσσιν, ἃ καὶ θεοὶ ἐχθαίροντι.
- τὼ δʼ αὖτε σπείραισιν ἑλισσέσθην περὶ παῖδα
- ὀψίγονον γαλαθηνόν, ὑπὸ τροφῷ αἰὲν ἄδακρυν·
- ἂψ δὲ πάλιν διέλυον ἐπεὶ μογέοιεν ἀκάνθας,
- δεσμοῦ ἀναγκαίου πειρώμενοι ἔκλυσιν εὑρεῖν.
- Ἀλκμήνα δʼ ἐσάκουσε βοᾶς καὶ ἐπέγρετο πράτα·
- ̓́Ανσταθʼ Ἀμφιτρύων· ἐμὲ γὰρ δέος ἴσχει ὀκνηρόν·
- ἄνστα, μηδὲ πόδεσσιν ἑοῖς ὑπὸ σάνδαλα θείῃς.
- οὐκ ἀίεις, παίδων ὁ νεώτερος ὅσσον ἀυτεῖ;
- ἢ οὐ νοέεις, ὅτι νυκτὸς ἀωρί που, οἱ δέ τε τοῖχοι
- πάντες ἀριφραδέες, καθαρᾶς ἅπερ ἠριγενείας;
- ἔστί τί μοι κατὰ δῶμα νεώτερον, ἔστι φίλʼ ἀνδρῶν.
- Ὣς φάθʼ. ὁ δʼ ἐξ εὐνᾶς ἀλόχῳ κατέβαινε πιθήσας·
- δαιδάλεον δʼ ὥρμασε μετὰ ξίφος, ὅ οἱ ὕπερθεν
- κλιντῆρος κεδρίνου περὶ πασσάλῳ αἰὲν ἄωρτο.
- ἤτοι ὅγʼ ὠριγνᾶτο νεοκλώστου τελαμῶνος,
- κουφίζων ἑτέρᾳ κολεὸν μέγα, λώτινον ἔργον.
- ἀμφιλαφὴς δʼ ἄρα παστὰς ἐνεπλήσθη πάλιν ὄρφνας·
- δμῶας δὴ τότʼ ἄυσεν ὕπνον βαρὺν ἐκφυσῶντας·
- οἴσετε πῦρ ὅτι θᾶσσον ἀπʼ ἐσχαρεῶνος ἑλόντες,
- δμῶες ἐμοί, στιβαροὺς δὲ θυρᾶν ἀνακόψατʼ ὀχῆας.
- ἄνστατε δμῶες ταλασίφρονες. αὐτὸς ἀυτεῖ.
- Ἦ ῥα γυνὰ Φοίνισσα μύλαις ἔπι κοῖτον ἔχουσα.
- οἱ δʼ αἶψα προγένοντο λύχνοις ἅμα δαιομένοισι
- δμῶες· ἐνεπλήσθη δὲ δόμος σπεύδοντος ἑκάστου.
- ἤτοι ἄρʼ ὡς εἴδοντʼ ἐπιτίτθιον Ἡρακλῆα
- θῆρε δύω χείρεσσιν ἀπρὶξ ἁπαλαῖσιν ἔχοντα,
- συμπλήγδην ἰάχησαν· ὁ δʼ ἐς πατέρʼ Ἀμφιτρύωνα
- ἑρπετὰ δεικανάασκεν, ἐπάλλετο δʼ ὑψόθι χαίρων
- κουροσύνᾳ, γελάσας δὲ πάρος κατέθηκε ποδοῖιν
- πατρὸς ἑοῦ θανάτῳ κεκαρωμένα δεινὰ πέλωρα.
- Ἀλκμήνα μὲν ἔπειτα ποτὶ σφέτερον βάλε κόλπον
- ξηρὸν ὑπαὶ δείους ἀκρόχλοονἸφικλῆα·
- Ἀμφιτρύων δὲ τὸν ἄλλον ὑπʼ ἀμνείαν θέτο χλαῖναν
- παῖδα, πάλιν δʼ ἐς λέκτρον ἰὼν ἐμνάσατο κοίτου.
- ὄρνιθες τρίτον ἄρτι τὸν ἔσχατον ὄρθρον ἄειδον·
- Τειρεσίαν τόκα μάντιν ἀλαθέα πάντα λέγοντα
- Ἀλκμήνα καλέσασα τέρας κατέλεξε νεοχμόν,
- καί νιν ὑποκρίνεσθαι, ὅπως τελέεσθαι ἔμελλεν,
- ἠνώγει. μηδʼ εἴ τι θεοὶ νοέοντι πονηρόν,
- αἰδόμενος σύ με κρύπτε· καὶ ὣς οὐκ ἔστιν ἀλύξαι
- ἀνθρώποις ὅ τι Μοῖρα κατὰ κλωστῆρος ἐπείγει.
- ἀλλʼ Εὐηρείδα μάλα σε φρονέοντα διδάσκω.
- τόσσʼ ἔλεγεν βασίλεια· ὁ δʼ ἀνταμείβετο τοίως·
- θάρσει ἀριστοτόκεια γύναι, Περσήιον αἷμα.
- θάρσει· μελλόντων δὲ τὸ λώιον ἐν φρεσὶ θέσθαι.
- ναὶ γὰρ ἐμὸν γλυκὺ φέγγος ἀποιχόμενον πάλαι ὄσσων,
- πολλαὶ Ἀχαιιάδων μαλακὸν περὶ γούνατι νῆμα
- χειρὶ κατατρίψοντι ἀκρέσπερον ἀείδοισαι
- Ἀλκμήναν ὀνομαστί, σέβας δʼ ἔσῃ Ἀργείαισι.
- τοῖος ἀνὴρ ὅδε μέλλει ἐς οὐρανὸν ἄστρα φέροντα
- ἀμβαίνειν τεὸς υἱός, ἀπὸ στέρνων πλατὺς ἥρως,
- οὗ καὶ θηρία πάντα καὶ ἀνέρες ἥσσονες ἄλλοι.
- δώδεκά οἱ τελέσαντι πεπρωμένον ἐν Διὸς οἰκεῖν
- μόχθους, θνητὰ δὲ πάντα πυρὰ Τραχίνιος ἑξεῖ.
151
152
153