Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. κοίλου ὑπὲρ σάκεος καὶ ἀναιδέας εἶδεν ὀδόντας,
  2. Ἰφικλέης, οὔλαν δὲ ποσὶν διελάκτισε χλαῖναν,
  3. φευγέμεν ὁρμαίνων· ὁ δʼ ἐναντίος εἴχετο χερσὶν
  4. Ἡρακλέης, ἄμφω δὲ βαρεῖ ἐνεδήσατο δεσμῷ,
  5. δραξάμενος φάρυγος, τόθι φάρμακα λυγρὰ κέκρυπται
  6. οὐλομένοις ὀφίεσσιν, ἃ καὶ θεοὶ ἐχθαίροντι.
  7. τὼ δʼ αὖτε σπείραισιν ἑλισσέσθην περὶ παῖδα
  8. ὀψίγονον γαλαθηνόν, ὑπὸ τροφῷ αἰὲν ἄδακρυν·
  9. ἂψ δὲ πάλιν διέλυον ἐπεὶ μογέοιεν ἀκάνθας,
  10. δεσμοῦ ἀναγκαίου πειρώμενοι ἔκλυσιν εὑρεῖν.
  11. 152
  12. Ἀλκμήνα δʼ ἐσάκουσε βοᾶς καὶ ἐπέγρετο πράτα·
  13. ̓́Ανσταθʼ Ἀμφιτρύων· ἐμὲ γὰρ δέος ἴσχει ὀκνηρόν·
  14. ἄνστα, μηδὲ πόδεσσιν ἑοῖς ὑπὸ σάνδαλα θείῃς.