Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. οὐκ ἀίεις, παίδων ὁ νεώτερος ὅσσον ἀυτεῖ;
  2. ἢ οὐ νοέεις, ὅτι νυκτὸς ἀωρί που, οἱ δέ τε τοῖχοι
  3. πάντες ἀριφραδέες, καθαρᾶς ἅπερ ἠριγενείας;
  4. ἔστί τί μοι κατὰ δῶμα νεώτερον, ἔστι φίλʼ ἀνδρῶν.
  5. Ὣς φάθʼ. ὁ δʼ ἐξ εὐνᾶς ἀλόχῳ κατέβαινε πιθήσας·
  6. δαιδάλεον δʼ ὥρμασε μετὰ ξίφος, ὅ οἱ ὕπερθεν
  7. κλιντῆρος κεδρίνου περὶ πασσάλῳ αἰὲν ἄωρτο.
  8. ἤτοι ὅγʼ ὠριγνᾶτο νεοκλώστου τελαμῶνος,
  9. κουφίζων ἑτέρᾳ κολεὸν μέγα, λώτινον ἔργον.
  10. ἀμφιλαφὴς δʼ ἄρα παστὰς ἐνεπλήσθη πάλιν ὄρφνας·
  11. δμῶας δὴ τότʼ ἄυσεν ὕπνον βαρὺν ἐκφυσῶντας·
  12. οἴσετε πῦρ ὅτι θᾶσσον ἀπʼ ἐσχαρεῶνος ἑλόντες,
  13. δμῶες ἐμοί, στιβαροὺς δὲ θυρᾶν ἀνακόψατʼ ὀχῆας.