Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ἆμος δὲ στρέφεται μεσονύκτιον ἐς δύσιν ἄρκτος
  2. Ὠρίωνα κατʼ αὐτόν, ὁ δʼ ἀμφαίνει μέγαν ὦμον,
  3. τᾶμος ἄρʼ αἰνὰ πέλωρα δύω πολυμήχανος Ἥρη
  4. κυανέαις φρίσσοντας ὑπὸ σπείραισι δράκοντας
  5. ὦρσεν ἐπὶ πλατὺν οὐδόν, ὅθι σταθμὰ κοῖλα θυράων
  6. εἶκεν, ἀπειλήσασα φαγεῖν βρέφος Ἡρακλῆα.
  7. τὼ δʼ ἐξειληθέντες ἐπὶ χθονὶ γαστέρας ἄμφω
  8. αἱμοβόρους ἐκύλιον· ἀπʼ ὀφθαλμῶν δὲ κακὸν πῦρ
  9. ἐρχομένοις λάμπεσκε, βαρὺν δʼ ἐξέπτυον ἰόν.
  10. ἀλλʼ ὅτε δὴ παίδων λιχμώμενοι ἐγγύθεν ἦνθον,
  11. καὶ τότʼ ἄρʼ ἐξέγροντο, Διὸς νοέοντος ἅπαντα,
  12. Ἀλκμήνας φίλα τέκνα, φάος δʼ ἀνὰ οἶκον ἐτύχθη.
  13. ἤτοι ὅγʼ εὐθὺς ἄυσεν, ὅπως κακὰ θηρίʼ ἀνέγνω