Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- ἐν δρυμοῖσι φίλασε καὶ ἐν δρυμοῖσιν ἔκλαυσεν.
- Ἐνδυμίων δὲ τίς ἦν; οὐ βουκόλος; ὅν γε Σελάνα
- βουκολέοντα φίλασεν, ἀπʼ Οὐλύμπω δὲ μολοῖσα
- λάθριον ἀν νάπος ἦλθε καὶ εἰς ἕνα παιδὶ κάθευδε.
- καὶ τὺ Ῥέα κλαίεις τὸν βουκόλον. οὐχὶ δὲ καὶ τὺ
- ὦ Κρονίδα διὰ παῖδα βοηνόμον ὄρνις ἐπλάγχθης;
- Εὐνείκα δὲ μόνα τὸν βουκόλον οὐκ ἐφίλασεν,
- ἁ Κυβέλας κρέσσων καὶ Κύπριδος ἠδὲ Σελάνας.
- μηκέτι μηδὲ σὺ Κύπρι τὸν ἁδέα μήτε κατʼ ἄστυ
- μήτʼ ἐν ὄρει φιλέοις, μούνη δʼ ἀνὰ νύκτα καθεύδοις.
- Ἁ πενία Διόφαντε μόνα τὰς τέχνας ἐγείρει,
- αὐτὰ τῶ μόχθοιο διδάσκαλος· οὐδὲ γὰρ εὕδειν
- ἀνδράσιν ἐργατίναισι κακαὶ παρέχοντι μέριμναι.
- κἂν ὀλίγον νυκτός τις ἐπιμύσσῃσι, τὸν ὕπνον
- αἰφνίδιον θορυβεῦσιν ἐφιστάμεναι μελεδῶναι.
- Ἰχθύος ἀγρευτῆρες ὅμως δύο κεῖντο γέροντες,
- στρωσάμενοι βρύον αὖον ὑπὸ πλεκταῖς καλύβαισι,
- κεκλιμένοι τοίχῳ τῷ φυλλίνῳ· ἐγγύθι δʼ αὐτοῖν
- κεῖτο τὰ ταῖν χειροῖν ἀθλήματα, τοὶ καλαθίσκοι,
- τοὶ κάλαμοι, τἄγκιστρα τὰ φυκιόεντα δέλητα
- ὁρμιαὶ κύρτοι τε καὶ ἐκ σχοίνων λαβύρινθοι,
- μήρινθοι κώπα τε γέρων τʼ ἐπʼ ἐρείσμασι λέμβος·
- νέρθεν τᾶς κεφαλᾶς φορμὸς βραχύς, εἷμά τʼ ἐπί σφι
- οὗτος τοῖς ἁλιεῦσιν ὁ πᾶς πόρος, οὗτος ὁ πλοῦτος.
- οὐδεὶς δʼ οὐ σισύραν εἶχʼ οὐ λίνα· πάντα περισσά,
- πάντʼ ἐδόκει τήνοις· ἁ γὰρ πενία σφας ἔτειρε
- οὐδεὶς δʼ ἐν μέσσῳ γείτων· πενίᾳ δὲ παρʼ αὐτὰν
- θλιβομέναν καλύβαν τρυφερὸν προσέναχε θάλασσα.
- κοὔπω τὸν μέσατον δρόμον ἄνυεν ἅρμα Σελάνας,
- τοὺς δʼ ἁλιεῖς ἤγειρε φίλος πόνος, ἐκ βλεφάρων δὲ
- ὕπνον ἀπωσάμενοι σφετέραις φρεσὶν ἤρεθον αὐδάν.
137
- Ὑμνέομεν Λήδας τε καὶ αἰγιόχου Διὸς υἱώ,
- Κάστορα καὶ φοβερὸν Πολυδεύκεα πὺξ ἐρεθίζειν
- χεῖρας ἐπιζεύξαντα μέσας βοέοισιν ἱμᾶσιν.
- ὑμνέομεν καὶ δὶς καὶ τὸ τρίτον ἄρσενα τέκνα
- κούρης Θεστιάδος, Λακεδαιμονίους δύʼ ἀδελφούς,
- ἀνθρώπων σωτῆρας ἐπὶ ξυροῦ ἤδη ἐόντων,
- ἵππων θʼ αἱματόεντα ταρασσομένων καθʼ ὅμιλον,
- νηῶν θʼ, αἳ δύνοντα καὶ οὐρανὸν ἐξανύοντα
- ἄστρα βιαζόμεναι χαλεποῖς ἐνέκυρσαν ἀήταις.
- οἱ δέ σφεων κατὰ πρύμναν ἀείραντες μέγα κῦμα,
- ἠὲ καὶ ἐκ πρῴρηθεν, ἢ ὅππῃ θυμὸς ἑκάστου,
- ἐς κοίλην ἔρριψαν, ἀνέρρηξαν δʼ ἄρα τοίχους
- ἀμφοτέρους· κρέμαται δὲ σὺν ἱστίῳ ἄρμενα πάντα
- εἰκῇ ἀποκλασθέντα· πολὺς δʼ ἐξ οὐρανοῦ ὄμβρος
- νυκτὸς ἐφερπούσης· παταγεῖ δʼ εὐρεῖα θάλασσα,
- κοπτομένη πνοιαῖς τε καὶ ἀρρήκτοισι χαλάζαις.
- ἀλλʼ ἔμπης ὑμεῖς γε καὶ ἐκ βυθοῦ ἕλκετε νῆας
- αὐτοῖσιν ναύτῃσιν ὀιομένοις θανέεσθαι·
- αἶψα δʼ ἀπολήγοντʼ ἄνεμοι, λιπαρὴ δὲ γαλάνη
- ἀμπέλαγος· νεφέλαι δὲ διέδραμον ἄλλυδις ἄλλαι·
- ἐκ δʼ ἄρκτοι τʼ ἐφάνησαν, ὄνων τʼ ἀνὰ μέσσον ἀμαυρὴ
- φάτνη σημαίνοισα τὰ πρὸς πλόον εὔδια πάντα.
- ὦ ἄμφω θνητοῖσι βοηθόοι, ὦ φίλοι ἄμφω,
- ἱππῆες κιθαρισταί, ἀεθλητῆρες ἀοιδοί·
- Κάστορος ἢ πρώτου Πολυδεύκεος ἄρξομʼ ἀείδειν;
- ἀμφοτέρους ὑμνέων Πολυδεύκεα πρῶτον ἀείσω.
- Ἡμὲν ἄρα προφυγοῦσα πέτρας εἰς ἓν ξυνιούσας
- Ἀργὼ καὶ νιφόεντος ἀταρτηρὸν στόμα Πόντου
- Βέβρυκας εἰσαφίκανε θεῶν φίλα τέκνα φέρουσα.
- ἔνθα μιῆς πολλοὶ κατὰ κλίμακος ἀμφοτέρων ἒξ
- τοίχων ἄνδρες ἔβαινονἸησονίης ἀπὸ νηός.
- ἐκβάντες δʼ ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον ἀκτὴν
- εὐνάς τʼ ἐστόρνυντο πυρεῖά τε χερσὶν ἐνώμων.
- Κάστωρ δʼ αἰολόπωλος ὅ τʼ οἰνωπὸς Πολυδεύκης
- ἄμφω ἐρημάζεσκον ἀποπλαγχθέντες ἑταίρων,
- παντοίην ἐν ὄρει θηεύμενοι ἄγριον ὕλην.
- εὗρον δʼ ἀέναον κρήνην ὑπὸ λισσάδι πέτρῃ
- ὕδατι πεπληθυῖαν ἀκηράτῳ· αἱ δʼ ὑπένερθεν
- λάλλαι κρυστάλλῳ ἠδʼ ἀργύρῳ ἰνδάλλοντο
- ἐκ βυθοῦ· ὑψηλαὶ δὲ πεφύκεσαν ἀγχόθι πεῦκαι
- λεῦκαί τε πλάτανοί τε καὶ ἀκρόκομοι κυπάρισσοι,
- ἄνθεά τʼ εὐώδη, λασίαις φίλα ἔργα μελίσσαις,
- ὅσσʼ ἔαρος λήγοντος ἐπιβρύει ἀν λειμῶνας.
- ἔνθα δʼ ἀνὴρ ὑπέροπλος ἐνήμενος ἐνδιάασκε,
- δεινὸς ἰδεῖν, σκληραῖσι τεθλασμένος οὔατα πυγμαῖς·
- στήθεα δʼ ἐσφαίρωτο πελώρια καὶ πλατὺ νῶτον
- σαρκὶ σιδηρείῃ, σφυρήλατος οἷα κολοσσός.
- ἐν δὲ μύες στερεοῖσι βραχίοσιν ἄκρον ὑπʼ ὦμον
- ἕστασαν ἠύτε πέτροι ὁλοίτροχοι, οὕστε κυλίνδων
- χειμάρρους ποταμὸς μεγάλαις περιέξεσε δίναις·
- αὐτὰρ ὑπὲρ νώτοιο καὶ αὐχένος ᾐωρεῖτο
- ἄκρων δέρμα λέοντος ἀφημμένον ἐκ ποδεώνων.
- τὸν πρότερος προσέειπεν ἀεθλοφόρος Πολυδεύκης.
140
141
142
- Ἀνήρ τις πολύφιλτρος ἀπηνέος ἤρατʼ ἐφάβω,
- τὰν μορφὰν ἀγαθῶ, τὸν δὲ τρόπον οὐκέθʼ ὁμοίω.
- μίσει τὸν φιλέοντα καὶ οὐδὲ ἓν ἅμερον εἶχε,
- κοὐκ ᾔδει τὸν Ἔρωτα, τίς ἦν θεός, ἡλίκα τόξα
- χερσὶ κρατεῖ, πῶς πικρὰ βέλη ποτικάρδια βάλλει·
- πάντα δὲ κἠν μύθοισι καὶ ἐν προσόδοισιν ἀτειρής.
- οὐδέ τι τῶν πυρσῶν παραμύθιον, οὐκ ἀμάρυγμα
- χείλεος, οὐκ ὄσσων λιπαρὸν σέλας, οὐ ῥοδόμαλον,
- οὐ λόγος, οὐχὶ φίλαμα, τὸ κουφίζει τὸν ἔρωτα.
- οἷα δὲ θὴρ ὑλαῖος ὑποπτεύῃσι κυναγώς,
- οὕτως πάντʼ ἐποίει ποτὶ τὸν φίλον· ἄγρια δʼ αὐτῷ
- χείλεα καὶ κῶραι δεινὸν βλέπος· εἶχε γὰρ ὄγκον·
- τᾷ δὲ χολᾷ τὸ πρόσωπον ἀμείβετο, φεῦγε δʼ ἀπὸ χρὼς
- ὕβριν τᾶς ὀργᾶς περικείμενος. ἀλλὰ καὶ οὕτως
- ἦν καλός· ἐξ ὀργᾶς ἐρεθίζετο μᾶλλον ἐραστάς.
- λοίσθιον οὐκ ἤνεικε τόσαν φλόγα τᾶς Κυθερείας,
- ἀλλʼ ἐλθὼν ἔκλαιε ποτὶ στυγνοῖσι μελάθροις,
- καὶ κύσε τὰν φλιάν, οὕτω δʼ ἀνενείκατο φωνάν·
- Ἄγριε παῖ καὶ στυγνέ, κακᾶς ἀνάθρεμμα λεαίνας,
- λάινε παῖ καὶ ἔρωτος ἀνάξιε, δῶρά τοι ἦλθον
- λοίσθια ταῦτα φέρων, τὸν ἐμὸν βρόχον· οὐκέτι πὰρ σὲ
- κῶρʼ ἐθέλω λύπης κεχολωμένος, ἀλλὰ βαδίζω,
- ἔνθα τύ μευ κατέκρινας, ὅπῃ λόγος ἦμεν ἀταρπὸν
- ξυνάν, τοῖσιν ἐρῶσι τὸ φάρμακον ἔνθα τὸ λᾶθος.
- ἀλλὰ καὶ ἢν ὅλον αὐτὸ λαβὼν ποτὶ χεῖλος ἀμέλξω,
- οὐδʼ οὕτως σβέσσω τὸν ἐμὸν χόλον. ἄρτι δὲ χαίρειν
- τοῖσι τεοῖς προθύροις ἐπιτέλλομαι. οἶδα τὸ μέλλον.
- καὶ τὸ ῥόδον καλόν ἐστι, καὶ ὁ χρόνος αὐτὸ μαραίνει·
- καὶ τὸ ἴον καλόν ἐστιν ἐν εἴαρι, καὶ ταχὺ γηρᾷ·
- λευκὸν τὸ κρίνον ἐστί, μαραίνεται ἁνίκα πίπτῃ·
- ἁ δὲ χιὼν λευκά, καὶ τάκεται ἁνίκα πασθῇ.
148
149