Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- ἐν δʼ αὐτοὺς χρυσῷ περικαλλέας ἠδʼ ἐλέφαντι
- ἵδρυται πάντεσσιν ἐπιχθονίοισιν ἀρωγούς.
- πολλὰ δὲ πιανθέντα βοῶν ὅγε μηρία καίει
- μησὶ περιπλομένοισιν ἐρευθομένων ἐπὶ βωμῶν,
- αὐτός τʼ ἰφθίμα τʼ ἄλοχος, τᾶς οὔτις ἀρείων
- νυμφίον ἐν μεγάροισι γυνὰ περιβάλλετʼ ἀγοστῷ,
- ἐκ θυμοῦ στέργοισα κασίγνητόν τε πόσιν τε.
- ὧδε καὶ ἀθανάτων ἱερὸς γάμος ἐξετελέσθη,
- οὓς τέκετο κρείουσα Ῥέα βασιλῆας Ὀλύμπου·
- ἓν δὲ λέχος στόρνυσιν ἰαύειν Ζηνὶ καὶ Ἥρῃ
- χεῖρας φοιβήσασα μύροις ἔτι παρθένος Ἶρις.
- χαῖρε ἄναξ Πτολεμαῖε· σέθεν δʼ ἐγὼ ἶσα καὶ ἄλλων
- μνάσομαι ἡμιθέων, δοκέω δʼ ἔπος οὐκ ἀπόβλητον
- φθέγξομαι ἐσσομένοις· ἀρετήν γε μὲν ἐκ Διὸς αἰτεῦ.
- ἔν ποκʼ ἄρα Σπάρτᾳ ξανθότριχι πὰρ Μενελάῳ
- παρθενικαὶ θάλλοντα κόμαις ὑάκινθον ἔχοισαι
- πρόσθε νεογράπτω θαλάμω χορὸν ἐστάσαντο,
- δώδεκα ταὶ πρᾶται πόλιος, μέγα χρῆμα Λακαινᾶν,
- ἁνίκα Τυνδαριδᾶν κατεδέξατο τὰν ἀγαπητὰν
- μναστεύσας Ἑλέναν ὁ νεώτερος Ἀτρέος υἱός.
- ἄειδον δʼ ἄρα πᾶσαι ἐς ἓν μέλος ἐγκροτέοισαι
- ποσσὶ περιπλέκτοις, ὑπὸ δʼ ἴαχε δῶμʼ ὑμεναίῳ.
- οὕτω δὴ πρωιζὲ κατέδραθες ὦ φίλε γαμβρέ;
- ἦ ῥά τις ἐσσὶ λίαν βαρυγούνατος; ἦ ῥα φίλυπνος;
- ἦ ῥα πολύν τινʼ ἔπινες, ὅτʼ εἰς εὐνὰν κατεβάλλευ;
- εὕδειν μὰν σπεύδοντα καθʼ ὥραν αὐτὸν ἐχρῆν τυ,
- παῖδα δʼ ἐᾶν σὺν παισὶ φιλοστόργῳ παρὰ ματρὶ
- παίσδειν ἐς βαθὺν ὄρθρον, ἐπεὶ καὶ ἔνας καὶ ἐς ἀῶ
- κεἰς ἔτος ἐξ ἔτεος Μενέλαε τεὰ νυὸς ἅδε.
- ὄλβιε γάμβρʼ, ἀγαθός τις ἐπέπταρεν ἐρχομένῳ τοι
- ἐς Σπάρταν, ἅπερ ὥλλοι ἀριστέες, ὡς ἀνύσαιο.
- μοῦνος ἐν ἡμιθέοις Κρονίδαν Δία πενθερὸν ἑξεῖς.
- Ζανός τοι θυγάτηρ ὑπὸ τὰν μίαν ἵκετο χλαῖναν,
- οἵα Ἀχαιιάδων γαῖαν πατεῖ οὐδὲ μίʼ ἄλλα.
- ἦ μέγα κέν τι τέκοιτʼ, εἰ ματέρι τίκτοι ὁμοῖον.
- ἄμμες δʼ αἱ πᾶσαι συνομάλικες, αἷς δρόμος ωὑτός
- χρισαμέναις ἀνδριστὶ παρʼ Εὐρώταο λοετροῖς,
- τετράκις ἑξήκοντα κόραι, θῆλυς νεολαία,
- τᾶν οὐδέν τις ἄμωμος, ἐπεί χʼ Ἑλένᾳ παρισωθῇ.
- Ἀὼς ἀντέλλοισα καλὸν διέφανε πρόσωπον,
- πότνια νὺξ τό τε λευκὸν ἔαρ χειμῶνος ἀνέντος·
- ὧδε καὶ ἁ χρυσέα Ἑλένα διαφαίνετʼ ἐν ἁμῖν.
- πιείρᾳ μέγα λᾷον ἀνέδραμε κόσμος ἀρούρᾳ
- ἢ κάπῳ κυπάρισσος ἢ ἅρματι Θεσσαλὸς ἵππος·
- ὧδε καὶ ἁ ῥοδόχρως Ἑλένα Λακεδαίμονι κόσμος.
- οὔτέ τις ἐκ ταλάρω πανίσδεται ἔργα τοιαῦτα,
- οὔτʼ ἐνὶ δαιδαλέῳ πυκινώτερον ἄτριον ἱστῷ
- κερκίδι συμπλέξασα μακρῶν ἔταμʼ ἐκ κελεόντων.
- οὐ μὰν οὐδὲ λύραν τις ἐπίσταται ὧδε κροτῆσαι
- Ἄρτεμιν ἀείδοισα καὶ εὐρύστερνον Ἀθάναν,
- ὡς Ἑλένα, τᾶς πάντες ἐπʼ ὄμμασιν ἵμεροι ἐντί.
- ὦ καλὰ ὦ χαρίεσσα κόρα, τὺ μὲν οἰκέτις ἤδη,
- ἄμμες δʼ ἐς δρόμον ἦρι καὶ ἐς λειμώνια φύλλα
- ἑρψοῦμες στεφάνως δρεψούμεναι ἁδὺ πνέοντας,
- πολλὰ τεοῦς Ἑλένα μεμναμέναι ὡς γαλαθηναὶ
- ἄρνες γειναμένας ὄιος μαστὸν ποθέοισαι.
- πρᾶταί τοι στέφανον λωτῶ χαμαὶ αὐξομένοιο
- πλέξασαι σκιερὰν καταθήσομεν ἐς πλατάνιστον,
- πρᾶται δʼ ἀργυρέας ἐξ ὄλπιδος ὑγρὸν ἄλειφαρ
- λαζύμεναι σταξεῦμες ὑπὸ σκιερὰν πλατάνιστον·
- γράμματα δʼ ἐν φλοιῷ γεγράψεται, (ὡς παριών τις
- ἀννείμῃ,) δωριστί· σέβου μʼ· Ἑλένας φυτὸν εἰμί.
- χαίροις ὦ νύμφα, χαίροις εὐπένθερε γαμβρέ.
- Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος ὔμμιν
- εὐτεκνίαν, Κύπρις δέ, θεὰ Κύπρις ἶσον ἔρασθαι
- ἀλλάλων, Ζεὺς δέ, Κρονίδας Ζεὺς ἄφθιτον ὄλβον,
- ὡς ἐξ εὐπατριδᾶν εἰς εὐπατρίδας πάλιν ἔνθῃ.
- εὕδετʼ ἐς ἀλλάλων στέρνον φιλότητα πνέοντες
- καὶ πόθον, ἔγρεσθαι δὲ πρὸς ἀῶ μἠπιλάθησθε.
- νεύμεθα κἄμμες ἐς ὄρθρον, ἐπεί κα πρᾶτος ἀοιδὸς
- ἐξ εὐνᾶς κελαδήσῃ ἀνασχὼν εὔτριχα δειράν.
- ̔Υμὴν ὦ Ὑμέναιε, γάμῳ ἐπὶ τῷδε χαρείης.
132
133
134
- τὸν κλέπταν πότʼ Ἔρωτα κακὰ κέντασε μέλισσα
- κηρίον ἐκ σίμβλων συλεύμενον, ἄκρα δὲ χειρῶν
- δάκτυλα πάνθʼ ὑπένυξεν. ὁ δʼ ἄλγεε καὶ χέρʼ ἐφύση
- καὶ τὰν γᾶν ἐπάταξε καὶ ἅλατο, τᾷ δʼ Ἀφροδίτᾳ
- δεῖξεν τὰν ὀδύναν καὶ μέμφετο, ὅττί γε τυτθὸν
- θηρίον ἐστὶ μέλισσα καὶ ἁλίκα τραύματα ποιεῖ.
- χἁ μάτηρ γελάσασα· τί δʼ; οὐκ ἴσος ἐσσὶ μελίσσαις;
- ὡς τυτθὸς μὲν ἔφυς, τὰ δὲ τραύματα χἁλίκα ποιεῖς.
- Εὐνείκα μʼ ἐγέλαξε θέλοντά μιν ἁδὺ φιλῆσαι,
- καί μʼ ἐπικερτομέοισα τάδʼ ἔννεπεν· ἔρρʼ ἀπʼ ἐμεῖο.
- βουκόλος ὢν ἐθέλεις με κύσαι τάλαν; οὐ μεμάθηκα
- ἀγροίκως φιλέειν, ἀλλʼ ἀστικὰ χείλεα θλίβειν.
- μή τύ γέ μευ κύσσῃς τὸ καλὸν στόμα μηδʼ ἐν ὀνείροις.
- οἷα βλέπεις, ὁπποῖα λαλεῖς, ὡς ἄγρια παίσδεις,
- ὡς τρυφέρʼ αἰκάλλεις, ὡς κωτίλα ῥήματα φράσδεις·
- ὡς μαλακὸν τὸ γένειον ἔχεις, ὡς ἁδέα χαίταν.
- χείλεά τοι νοσέοντι, χέρες δέ τοι ἐντὶ μέλαιναι,
- καὶ κακὸν ἐξόσδεις. ἀπʼ ἐμεῦ φύγε, μή με μολύνῃς.
- τοιάδε μυθίζοισα τρὶς εἰς ἑὸν ἔπτυσε κόλπον,
- καί μʼ ἀπὸ τᾶς κεφαλᾶς ποτὶ τὼ πόδε συνεχὲς εἶδε
- χείλεσι μυχθίζοισα καὶ ὄμμασι λοξὰ βλέποισα,
- καὶ πολὺ τᾷ μορφᾷ θηλύνετο, καί τι σεσαρὸς
- καὶ σοβαρόν μʼ ἐγέλαξεν. ἐμοὶ δʼ ἄφαρ ἔζεσεν αἷμα,
- καὶ χρόα φοινίχθην ὑπὸ τὤλγεος ὡς ῥόδον ἕρσᾳ.
- χἁ μὲν ἔβα με λιποῖσα· φέρω δʼ ὑποκάρδιον ὀργάν,
- ὅττί με τὸν χαρίεντα κακὰ μωμήσαθʼ ἑταίρα.
- ποιμένες, εἴπατέ μοι τὸ κρήγυον· οὐ καλὸς ἐμμί;
- ἆρά τις ἐξαπίνας με θεὸς βροτὸν ἄλλον ἔτευξε;
- καὶ γὰρ ἐμοὶ τὸ πάροιθεν ἐπάνθεεν ἁδύ τι κάλλος
- ὡς κισσὸς ποτὶ πρέμνον, ἐμὰν δʼ ἐπύκαζεν ὑπήναν,
- χαῖται δʼ οἷα σέλινα περὶ κροτάφοισι κέχυντο,
- καὶ λευκὸν τὸ μέτωπον ἐπʼ ὀφρύσι λάμπε μελαίναις·
- ὄμματά μοι γλαυκᾶς χαροπώτερα πολλὸν Ἀθάνας,
- καὶ στόμα δʼ αὖ πακτᾶς γλυκερώτερον, ἐκ στομάτων δὲ
- ἔρρεέ μοι φωνὰ γλυκερωτέρα ἢ μέλι κηρῶ.
- ἁδὺ δέ μοι τὸ μέλισμα, καὶ ἢν σύριγγι μελίσδω,
- κἢν αὐλῷ δονέω, κἢν δώνακι, κἢν πλαγιαύλῳ.
- καὶ πᾶσαι καλόν με κατʼ ὤρεα φαντὶ γυναῖκες,
- καὶ πᾶσαί με φιλεῦντι· τὰ δʼ ἀστικά μʼ οὐκ ἐφίλασεν,
- ἀλλʼ ὅτι βουκόλος ἐμμὶ παρέδραμε κοὔποτʼ ἀκούει,
- ὡς ὁ καλὸς Διόνυσος ἐν ἄγκεσι πόρτιν ἔλαυνεν·
- οὐκ ἔγνω δʼ, ὅτι Κύπρις ἐπʼ ἀνέρι μήνατο βούτᾳ
- καὶ Φρυγίοις ἐνόμευσεν ἐν ὤρεσι καὶ τὸν Ἄδωνιν
135
136