Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- Ἴδαν ἐς πολύδενδρον ἀνὴρ ὑλατόμος ἐλθὼν
- παπταίνει, παρεόντος ἄδην, πόθεν ἄρξεται ἔργου.
- τί πρῶτον καταλέξω; ἐπεὶ πάρα μυρία εἰπεῖν,
- οἷσι θεοὶ τὸν ἄριστον ἐτίμησαν βασιλήων.
- >Ἐκ πατέρων οἷος μὲν ἔην τελέσαι μέγα ἔργον
- Λαγείδας Πτολεμαῖος, ὅτε φρεσὶν ἐγκατάθοιτο
- βουλάν, ἃν οὐκ ἄλλος ἀνὴρ οἷός τε νοῆσαι.
- τῆνον καὶ μακάρεσσι πατὴρ ὁμότιμον ἔθηκεν
- ἀθανάτοις, καί οἱ χρύσεος δόμος ἐν Διὸς οἴκῳ
- δέδμηται· παρὰ δʼ αὐτὸν Ἀλέξανδρος φίλα εἰδὼς
- ἑδριάει, Πέρσαισι βαρὺς θεὸς αἰολομίτρας.
- ἀντία δʼ Ἡρακλῆος ἕδρα κενταυροφόνοιο
- ἵδρυται στερεοῖο τετυγμένα ἐξ ἀδάμαντος·
- ἔνθα σὐν ἄλλοισιν θαλίας ἔχει οὐρανίδαισι,
- χαίρων υἱωνῶν περιώσιον υἱωνοῖσιν,
- ὅττί σφεων Κρονίδης μελέων ἐξείλετο γῆρας,
- ἀθάνατοι δὲ καλεῦνται ἑοὶ νέποδες γεγαῶτες.
- ἄμφω γὰρ πρόγονός σφιν ὁ καρτερὸς Ἡρακλείδας,
- ἀμφότεροι δʼ ἀριθμεῦνται ἐς ἔσχατον Ἡρακλῆα.
- τῷ καὶ ἐπεὶ δαίτηθεν ἴοι κεκορημένος ἤδη
- νέκταρος εὐόδμοιο φίλας ἐς δῶμʼ ἀλόχοιο,
- τῷ μὲν τόξον ἔδωκεν ὑπωλένιόν τε φαρέτραν,
- τῷ δὲ σιδάρειον σκύταλον κεχαραγμένον ὄζοις.
- οἱ δʼ εἰς ἀμβρόσιον θάλαμον λευκοσφύρου Ἥβης
- ὅπλα καὶ αὐτὸν ἄγουσι γενειήταν Διὸς υἱόν.
- οἵα δʼ ἐν πινυταῖσι περικλειτὰ Βερενίκα
- ἔπρεπε θηλυτέραις, ὄφελος μέγα γειναμένοισι.
- τᾷ μὲν Κύπρον ἔχοισα Διώνας πότνια κούρα
- κόλπον ἐς εὐώδη ῥαδινὰς ἐσεμάξατο χεῖρας.
- τῷ οὔπω τινὰ φαντὶ ἁδεῖν τόσον ἀνδρὶ γυναικῶν,
- ὅσσόν περ Πτολεμαῖος ἑὴν ἐφίλησεν ἄκοιτιν.
- ἦ μὰν ἀντεφιλεῖτο πολὺ πλέον· ὧδέ κε παισὶ
- θαρσήσας σφετέροισιν ἐπιτρέποι οἶκον ἅπαντα,
- ὁππότε κεν φιλέων βαίνῃ λέχος ἐς φιλεούσης.
- ἀστόργου δὲ γυναικὸς ἐπʼ ἀλλοτρίῳ νόος αἰεί,
- ῥηίδιοι δὲ γοναί, τέκνα δʼ οὐ ποτεοικότα πατρί.
- κάλλει ἀριστεύουσα θεάων πότνʼ Ἀφροδίτα,
- σοὶ τήνα μεμέλητο· σέθεν δʼ ἕνεκεν Βερενίκα
- εὐειδὴς Ἀχέροντα πολύστονον οὐκ ἐπέρασεν,
- ἀλλά μιν ἁρπάξασα, πάροιθʼ ἐπὶ νῆα κατελθεῖν
- κυανέαν καὶ στυγνὸν ἀεὶ πορθμῆα καμόντων,
- ἐς ναὸν κατέθηκας, ἑᾶς δʼ ἀπεδάσσαο τιμᾶς.
- πᾶσιν δʼ ἤπιος ἥδε βροτοῖς μαλακοὺς μὲν ἔρωτας
- προσπνείει, κούφας δὲ διδοῖ ποθέοντι μερίμνας.—
- Ἀργεία κυάνοφρυ, σὺ λαοφόνον Διομήδεα
- μισγομένα Τυδῆι τέκες, Καλυδώνιον ἄνδρα,
- ἀλλὰ Θέτις βαθύκολπος ἀκοντιστὰν Ἀχιλῆα
- Αἰακίδᾳ Πηλῆι, σὲ δʼ αἰχμητὰ Πτολεμαῖε
- αἰχμητᾷ Πτολεμαίῳ ἀρίζηλος Βερενίκα.
- καί σε Κόως ἀτίταλλε βρέφος νεογιλλὸν ἐόντα,
- δεξαμένα παρὰ ματρός, ὅτε πρώταν ἴδες ἀῶ.
- ἔνθα γὰρ Εἰλείθυιαν ἐβώσατο λυσίζωνον
- Ἀντιγόνας θυγάτηρ βεβαρημένα ὠδίνεσσιν·
- ἡ δέ οἱ εὐμενέοισα παρίστατο, κὰδ δʼ ἄρα πάντων
- νωδυνίαν κατέχευε μελῶν· ὁ δὲ πατρὶ ἐοικὼς
- παῖς ἀγαπητὸς ἔγεντο. Κόως δʼ ὀλόλυξεν ἰδοῖσα,
- φᾶ δὲ καθαπτομένα βρέφεος χείρεσσι φίλῃσιν·
- ̓́Ολβιε κοῦρε γένοιο, τίοις δέ με τόσσον, ὅσον περ
- Δᾶλον ἐτίμησεν κυανάμπυκα Φοῖβος Ἀπόλλων·
- ἐν δὲ μιᾷ τιμᾷ Τρίοπον καταθεῖο κολώναν,
- ἶσον Δωριέεεσσι νέμων γέρας ἐγγὺς ἐοῦσιν.
- ἶσον καὶ Ῥήναιαν ἄναξ ἐφίλησεν Ἀπόλλων.
- Ὣς ἄρα νᾶσος ἔειπεν· ὁ δʼ ὑψόθεν ἔκλαγε φωνᾷ
- ἐς τρὶς ἀπὸ νεφέων μέγας αἰετὸς αἴσιος ὄρνις.
- Ζηνός που τόδε σᾶμα. Διὶ Κρονίωνι μέλοντι
- αἰδοῖοι βασιλῆες· ὁ δʼ ἔξοχος, ὅν κε φιλήσῃ
- γεινόμενον τὰ πρῶτα· πολὺς δέ οἱ ὄλβος ὀπαδεῖ,
- πολλᾶς δὲ κρατέει γαίας, πολλᾶς δὲ θαλάσσας.
- μυρίαι ἄπειροί τε καὶ ἔθνεα μυρία φωτῶν
- λήιον ἀλδήσκουσιν ὀφελλόμεναι Διὸς ὄμβρῳ·
- ἀλλʼ οὔτις τόσα φύει, ὅσα χθαμαλὰ Αἴγυπτος,
- Νεῖλος ἀναβλύζων διερὰν ὅτε βώλακα θρύπτει.
- οὐδέ τις ἄστεα τόσσα βροτῶν ἔχει ἔργα δαέντων.
- τρεῖς μέν οἱ πολίων ἑκατοντάδες ἐνδέδμηνται,
- τρεῖς δʼ ἄρα χιλιάδες τρισσαῖς ἐπὶ μυριάδεσσι,
- δοιαὶ δὲ τριάδες, μετὰ δέ σφισιν ἐννεάδες τρεῖς·
- τῶν πάντων Πτολεμαῖος ἀλήνωρ ἐμβασιλεύει.
- καὶ μὴν Φοινίκας ἀποτέμνεται Ἀρραβίας τε
- καὶ Συρίας Λιβύας τε κελαινῶν τʼ Αἰθιοπήων.
- Παμφύλοισί τε πᾶσι καὶ αἰχμηταῖς Κιλίκεσσι
- σαμαίνει, Λυκίοις τε φιλοπτολέμοισί τε Καρσί,
- καὶ νάσοις Κυκλάδεσσιν, ἐπεί οἱ νᾶες ἄρισται
- πόντον ἐπιπλώοντι, θάλασσα δὲ πᾶσα καὶ αἶα
- καὶ ποταμοὶ κελάδοντες ἀνάσσονται Πτολεμαίῳ.
- πολλοὶ δʼ ἱππῆες, πολλοὶ δέ μιν ἀσπιδιῶται.
- χαλκῷ μαρμαίροντι σεσαγμένοι ἀμφαγέρονται.
- ὄλβῳ μὲν πάντάς κε καταβρίθοι βασιλῆας·
- τόσσον ἐπʼ ἆμαρ ἕκαστον ἐς ἀφνεὸν ἔρχεται οἶκον
- πάντοθε. λαοὶ δʼ ἔργα περιστέλλουσιν ἕκηλοι.
- οὐ γάρ τις δηίων πολυκήτεα Νεῖλον ὑπερβὰς
- πεζὸς ἐν ἀλλοτρίαισι βοὰν ἐστάσατο κώμαις,
- οὐδέ τις αἰγιαλόνδε θοᾶς ἐξάλατο ναὸς
- θωρηχθεὶς ἐπὶ βουσὶν ἀνάρσιος Αἰγυπτίῃσι·
- τοῖος ἀνὴρ πλατέεσσιν ἐνίδρυται πεδίοισι
- ξανθοκόμας Πτολεμαῖος, ἐπιστάμενος δόρυ πάλλειν,
- ᾧ ἐπὶ πάγχυ μέλει πατρώια πάντα φυλάσσειν
- οἷʼ ἀγαθῷ βασιλῆι, τὰ δὲ κτεατίζεται αὐτός.
- οὐ μὰν ἀχρεῖός γε δόμῳ ἐνὶ πίονι χρυσὸς
- μυρμάκων ἅτε πλοῦτος ἀεὶ κέχυται μογεόντων·
- ἀλλὰ πολὺν μὲν ἔχοντι θεῶν ἐρικυδέες οἶκοι,
- αἰὲν ἀπαρχομένοιο σὺν ἄλλοισιν γεράεσσι,
- πολλὸν δʼ ἰφθίμοισι δεδώρηται βασιλεῦσι,
- πολλὸν δὲ πτολίεσσι, πολὺν δʼ ἀγαθοῖσιν ἑταίροις.
- οὐδὲ Διωνύσου τις ἀνὴρ ἱεροὺς κατʼ ἀγῶνας
- ἵκετʼ ἐπιστάμενος λιγυρὰν ἀναμέλψαι ἀοιδάν,
- ᾧ οὐ δωτίναν ἀντάξιον ὤπασε τέχνας.
- Μουσάων δʼ ὑποφῆται ἀείδοντι Πτολεμαῖον
- ἀντʼ εὐεργεσίας. τί δὲ κάλλιον ἀνδρί κεν εἴη
- ὀλβίῳ ἢ κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἀρέσθαι;
- τοῦτο καὶ Ἀτρείδαισι μένει· τὰ δὲ μυρία τῆνα,
- ὅσσα μέγαν Πριάμοιο δόμον κτεάτισσαν ἑλόντες,
- ἀέρι πᾳ κέκρυπται, ὅθεν πάλιν οὐκέτι νόστος·
- μοῦνος δὲ προτέρων τε καὶ ὧν ἔτι θερμὰ κονία
- στειβομένα καθύπερθε ποδῶν ἐκμάσσεται ἴχνη,
- ματρὶ φίλᾳ καὶ πατρὶ θυώδεας εἵσατο ναούς·
128
129
130
131