Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- Μοῦσαι μὲν θεαὶ ἐντί, θεοὺς θεαὶ ἀείδοντι·
- ἄμμες δὲ βροτοὶ οἵδε, βροτοὺς βροτοὶ ἀείδωμεν.
- τίς γὰρ τῶν ὁπόσοι γλαυκὰν ναίουσιν ὑπʼ ἀῶ
- ἡμετέρας Χάριτας πετάσας ὑποδέξεται οἴκῳ
- ἀσπασίως, οὐδʼ αὖθις ἀδωρήτους ἀποπέμψει;
- αἱ δὲ σκυζόμεναι γυμνοῖς ποσὶν οἴκαδʼ ἴασι,
- πολλά με τωθάζοισαι, ὅ τʼ ἀλιθίαν ὁδὸν ἦνθον,
- ὀκνηραὶ δὲ πάλιν κενεᾶς ἐν πυθμένι χηλοῦ
- ψυχροῖς ἐν γονάτεσσι κάρη μίμνοντι βαλοῖσαι,
- ἔνθʼ αἰεί σφισιν ἕδρα, ἐπὴν ἄπρηκτοι ἵκωνται.
- τίς τῶν νῦν τοιόσδε; τίς εὖ εἰπόντα φιλήσει;
- οὐκ οἶδʼ· οὐ γὰρ ἔτʼ ἄνδρες ἐπʼ ἔργμασιν ὡς πάρος ἐσθλοῖς
- αἰνεῖσθαι σπεύδοντι, νενίκηνται δʼ ὑπὸ κερδέων.
- πᾶς δʼ ὑπὸ κόλπῳ χεῖρας ἔχων πόθεν οἴσεται ἀθρεῖ
- ἄργυρον, οὐδέ κεν ἰὸν ἀποτρίψας τινὶ δοίη,
- ἀλλʼ εὐθὺς μυθεῖται· ἀπωτέρω ἢ γόνυ κνάμα·
- αὐτῷ μοί τι γένοιτο· θεοὶ τιμῶσιν ἀοιδούς.
- τίς δέ κεν ἄλλου ἀκούσαι; ἅλις πάντεσσιν Ὁμηρος.
- οὗτος ἀοιδῶν λῷστος, ὃς ἐξ ἐμεῦ οἴσεται οὐδέν.
- δαιμόνιοι, τί δὲ κέρδος ὁ μυρίος ἔνδοθι χρυσὸς
- κείμενος; οὐχ ἅδε πλούτου φρονέουσιν ὄνασις,
- ἀλλὰ τὸ μὲν ψυχᾷ, τὸ δὲ καί τινι δοῦναι ἀοιδῶν·
- πολλοὺς δʼ εὖ ἔρξαι παῶν, πολλοὺς δὲ καὶ ἄλλων
- ἀνθρώπων, αἰεὶ δὲ θεοῖς ἐπιβώμια ῥέζειν,
- μηδὲ ξεινοδόκον κακὸν ἔμμεναι, ἀλλὰ τραπέζῃ
- μειλίξαντʼ ἀποπέμψαι, ἐπὴν ἐθέλωντι νέεσθαι,
- Μουσάων δὲ μάλιστα τίειν ἱεροὺς ὑποφήτας,
- ὄφρα καὶ εἰν Ἀίδαο κεκρυμμένος ἐσθλὸς ἀκούσῃς,
- μηδʼ ἀκλεὴς μύρηαι ἐπὶ ψυχροῦ Ἀχέροντος,
- ὡσεί τις μακέλᾳ τετυλωμένος ἔνδοθι χεῖρας
- ἀχὴν ἐκ πατέρων πενίην ἀκτήμονα κλαίων.
- πολλοὶ ἐν Ἀντιόχοιο δόμοις καὶ ἄνακτος Ἀλεύα
- ἁρμαλιὴν ἔμμηνον ἐμετρήσαντο πενέσται·
- πολλοὶ δὲ Σκοπάδῃσιν ἐλαυνόμενοι ποτὶ σακοὺς
- μόσχοι σὺν κεραῇσιν ἐμυκήσαντο βόεσσι,
- μυρία δʼ ἀμπεδίον Κραννώνιον ἐνδιάασκον
- ποιμένες ἔκκριτα μῆλα φιλοξείνοισι Κρεώνδαις·
- ἀλλʼ οὔ σφιν τῶν ἦδος, ἐπεὶ γλυκὺν ἐξεκένωσαν
- θυμὸν ἐς εὐρεῖαν σχεδίαν στυγνοῦ Ἀχέροντος,
- ἄμναστοι δὲ τὰ πολλὰ καὶ ὄλβια τῆνα λιπόντες
- δειλοῖς ἐν νεκύεσσι μακροὺς αἰῶνας ἔκειντο,
- εἰ μὴ κεῖνος ἀοιδὸς ὁ Κήιος αἰόλα φωνέων
- βάρβιτον ἐς πολύχορδον ἐν ἀνδράσι θῆκʼ ὀνομαστοὺς
- ὁπλοτέροις, τιμᾶς δὲ καὶ ὠκέες ἔλλαχον ἵπποι,
- οἵ σφισιν ἐξ ἱερῶν στεφανηφόροι ἦλθον ἀγώνων.
- τίς δʼ ἂν ἀριστῆας Λυκίων ποτέ, τίς κομόωντας
- Πριαμίδας ἢ θῆλυν ἀπὸ χροιᾶς Κύκνον ἔγνω,
- εἰ μὴ φυλόπιδας προτέρων ὕμνησαν ἀοιδοί;
- οὐδʼ Ὀδυσεὺς ἑκατόν τε καὶ εἴκοσι μῆνας ἀλαθεὶς
- πάντας ἐπʼ ἀνθρώπους, Ἀίδαν τʼ εἰς ἔσχατον ἐλθὼν
- ζωός, καὶ σπήλυγγα φυγὼν ὀλοοῖο Κύκλωπος,
- δηναιὸν κλέος ἔσχεν, ἐσιγάθη δʼ ἂν ὑφορβὸς
- Εὔμαιος, καὶ βουσὶ Φιλοίτιος ἀμφʼ ἀγελαίαις
- ἔργον ἔχων, αὐτός τε περίσπλαγχνος Λαέρτης,
- εἰ μή σφεας ὤνασανἸάονος ἀνδρὸς ἀοιδαί.
- Ἐκ Μοισᾶν ἀγαθὸν κλέος ἔρχεται ἀνθρώποισι,
- χρήματα δὲ ζώοντες ἀμαλδύνουσι θανόντων.
- ἀλλʼ ἶσος γὰρ ὁ μόχθος ἐπʼ ᾀόνι κύματα μετρεῖν,
- ὅσσʼ ἄνεμος χέρσονδε μετὰ γλαυκᾶς ἁλὸς ὠθεῖ,
- ἢ ὕδατι νίζειν θολερὰν διαειδέι πλίνθον,
- καὶ φιλοκερδείᾳ βεβλαμμένον ἄνδρα παρελθεῖν.
- χαιρέτω ὃς τοιοῦτος, ἀνάριθμος δέ οἱ εἰη
- ἄργυρος, αἰεὶ δὲ πλεόνων ἔχοι ἵμερος αὐτόν.
- αὐτὰρ ἐγὼ τιμήν τε καὶ ἀνθρώπων φιλότητα
- πολλῶν ἡμιόνων τε καὶ ἵππων πρόσθεν ἑλοίμαν.
- δίζημαι δʼ, ὅτινι θνατῶν κεχαρισμένος ἔνθω
- σὺν Μοίσαις· χαλεπαὶ γὰρ ὁδοὶ τελέθουσιν ἀοιδοῖς
- κουράων ἀπάνευθε Διὸς μέγα βουλεύοντος.
- οὔπω μῆνας ἄγων ἔκαμʼ οὐρανὸς οὐδʼ ἐνιαυτούς·
- πολλοὶ κινήσουσιν ἔτι τροχὸν ἅρματος ἵπποι·
- ἔσσεται οὗτος ἀνήρ, ὃς ἐμεῦ κεχρήσετʼ ἀοιδοῦ,
- ῥέξας ἢ Ἀχιλεὺς ὅσσον μέγας ἢ βαρὺς Αἴας
- ἐν πεδίῳ Σιμόεντος, ὅθι Φρυγὸς ἠρίον Ἴλου.
- ἤδη νῦν Φοίνικες ὑπʼ ἠελίῳ δύνοντι
- οἰκεῦντες Λιβύας ἄκρον σφυρὸν ἐρρίγασιν.
- ἤδη βαστάζουσι Συρακόσιοι μέσα δοῦρα
- ἀχθόμενοι σακέεσσι βραχίονας ἰτεΐνοισιν·
- ἐν δʼ αὐτοῖς Ἱέρων προτέροις ἴσος ἡρώεσσι
- ζώννυται, ἵππειαι δὲ κόρυν σκεπάουσιν ἔθειραι.
- αἰ γὰρ Ζεῦ κύδιστε πάτερ καὶ πότνιʼ Ἀθάνα
- κούρη θʼ, ἣ σὺν ματρὶ πολυκλήρων Ἐφυραίων
- εἴληχας μέγα ἄστυ παρʼ ὕδασι Λυσιμελείας,
- ἐχθροὺς ἐκ νάσοιο κακὰ πέμψειεν ἀνάγκα
- Σαρδόνιον κατὰ κῦμα, φίλων μόρον ἀγγέλλοντας
- τέκνοις ἠδʼ ἀλόχοισιν, ἀριθμητοὺς ἀπὸ πολλῶν·
- ἄστεά τε προτέροισι πάλιν ναίοιτο πολίταις,
- δυσμενέων ὅσα χεῖρες ἐλωβήσαντο κατάκρας·
- ἀγροὺς δʼ ἐργάζοιντο τεθαλότας· αἱ δʼ ἀνάριθμοι
- μήλων χιλιάδες βοτάνᾳ διαπιανθεῖσαι
- ἀμπεδίον βληχοῖντο, βόες δʼ ἀγελαδὸν ἐς αὖλιν
- ἐρχόμεναι σκνιφαῖον ἐπισπεύδοιεν ὁδίταν·
- νειοὶ δʼ ἐκπονέοιντο ποτὶ σπόρον, ἁνίκα τέττιξ
- ποιμένας ἐνδίους πεφυλαγμένος ἔνδοθι δένδρων
- ἀχεῖ ἐν ἀκρεμόνεσσιν· ἀράχνια δʼ εἰς ὅπλʼ ἀράχναι
- λεπτὰ διαστήσαιντο, βοᾶς δʼ ἔτι μηδʼ ὄνομʼ εἴη.
- ὑψηλὸν δʼ Ἱέρωνι κλέος φορέοιεν ἀοιδοὶ
- καὶ πόντου Σκυθικοῖο πέραν καὶ ὅθι πλατὺ τεῖχος
- ἀσφάλτῳ δήσασα Σεμίραμις ἐμβασίλευεν.
- εἷς μὲν ἐγώ, πολλοὺς δὲ Διὸς φιλέοντι καὶ ἄλλους
- θυγατέρες, τοῖς πᾶσι μέλοι Σικελὰν Ἀρέθοισαν
- ὑμνεῖν σὺν λαοῖσι καὶ αἰχμητὰν Ἱέρωνα.
- ὦ Ἐτεόκλειοι θύγατρες θεαί, ὦ Μινύειον
- Ὀρχομενὸν φιλέοισαι ἀπεχθόμενόν ποτε Θήβαις,
- ἄκλητος μὲν ἔγωγε μένοιμί κεν, ἐς δὲ καλεύντων
- θαρσήσας Μοίσαισι σὺν ἁμετέραισιν ἱκοίμαν.
- καλλείψω δʼ οὐδʼ ὔμμε· τί γὰρ Χαρίτων ἀγαπητὸν
- ἀνθρώποις ἀπάνευθεν; ἀεὶ Χαρίτεσσιν ἅμʼ εἴην.
123
124
125
126
- Ἐκ Διὸς ἀρχώμεσθα καὶ ἐς Δία λήγετε Μοῖσαι,
- ἀθανάτων τὸν ἄριστον ἐπὴν αὐδῶμεν ἀοιδαῖς·
- ἀνδρῶν δʼ αὖ Πτολεμαῖος ἐνὶ πρώτοισι λεγέσθω
- καὶ πύματος καὶ μέσσος· ὁ γὰρ προφερέστατος ἄλλων.
- ἥρωες, τοὶ πρόσθεν ἀφʼ ἡμιθέων ἐγένοντο,
- ῥέξαντες καλὰ ἔργα σοφῶν ἐκύρησαν ἀοιδῶν·
- αὐτὰρ ἐγὼ Πτολεμαῖον ἐπιστάμενος καλὰ εἰπεῖν
- ὑμνήσαιμʼ· ὕμνοι δὲ καὶ ἀθανάτων γέρας αὐτῶν.
127