Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. δεῖμα δέ τοι πέτραι καὶ ὑπέρβια κύματʼ ἔασιν
  2. μοῦνον, ἅ κεν τρέψαιο κασιγνήτῃσι σὺν ἄλλαις.
  3. μηδὲ σύγʼ ἠὲ Χάρυβδιν ἀμηχανέοντας ἐάσῃς
  4. ἐσβαλέειν, μὴ πάντας ἀναβρόξασα φέρῃσιν,
  5. ἠὲ παρὰ Σκύλλης στυγερὸν κευθμῶνα νέεσθαι,
  6. Σκύλλης Αὐσονίης ὀλοόφρονος, ἣν τέκε Φόρκυι
  7. νυκτιπόλος Ἑκάτη, τήν τε κλείουσι Κράταιιν,
  8. μή πως σμερδαλέῃσιν ἐπαΐξασα γένυσσιν
  9. λεκτοὺς ἡρώων δηλήσεται. ἀλλʼ ἔχε νῆα
  10. κεῖσʼ, ὅθι περ τυτθή γε παραίβασις ἔσσετʼ ὀλέθρου.’
  11. ὧς φάτο· τὴν δὲ Θέτις τοίῳ προσελέξατο μύθῳ·
  12. ‘εἰ μὲν δὴ μαλεροῖο πυρὸς μένος ἠδὲ θύελλαι
  13. ζαχρηεῖς λήξουσιν ἐτήτυμον, ἦ τʼ ἂν ἔγωγε
  14. θαρσαλέη φαίην, καὶ κύματος ἀντιόωντος
  15. νῆα σαωσέμεναι, ζεφύρου λίγα κινυμένοιο.
  16. ἀλλʼ ὥρη δολιχήν τε καὶ ἄσπετον οἶμον ὁδεύειν,
  17. ὄφρα κασιγνήτας μετελεύσομαι, αἵ μοι ἀρωγοὶ
  18. ἔσσονται, καὶ νηὸς ὅθι πρυμνήσιʼ ἀνῆπται,
  19. ὥς κεν ὑπηῷοι μνησαίατο νόστον ἑλέσθαι.’
  20. ἦ, καὶ ἀναΐξασα κατʼ αἰθέρος ἔμπεσε δίναις