Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. κυανέου πόντοιο· κάλει δʼ ἐπαμυνέμεν ἄλλας
  2. αὐτοκασιγνήτας Νηρηίδας· αἱ δʼ ἀίουσαι
  3. ἤντεον ἀλλήλῃσι· Θέτις δʼ ἀγόρευεν ἐφετμὰς
  4. Ἥρης· αἶψα δʼ ἴαλλε μετʼ Αὐσονίην ἅλα πάσας.
  5. αὐτὴ δʼ ὠκυτέρη ἀμαρύγματος ἠὲ βολάων
  6. ἠελίου, ὅτʼ ἄνεισι περαίης ὑψόθι γαίης,
  7. σεύατʼ ἴμεν λαιψηρὰ διʼ ὕδατος, ἔστʼ ἀφίκανεν
  8. ἀκτὴν Αἰαίην Τυρσηνίδος ἠπείροιο.
  9. τοὺς δʼ εὗρεν παρὰ νηὶ σόλῳ ῥιπῇσί τʼ ὀιστῶν
  10. τερπομένους· ἡ δʼ ἆσσον ὀρεξαμένη χερὸς ἄκρης
  11. Αἰακίδεω Πηλῆος· ὁ γάρ ῥά οἱ ἦεν ἀκοίτης·
  12. οὐδέ τις εἰσιδέειν δύνατʼ ἔμπεδον, ἀλλʼ ἄρα τῷγε
  13. οἴῳ ἐν ὀφθαλμοῖσιν ἐείσατο, φώνησέν τε·
  14. ‘μηκέτι νῦν ἀκταῖς Τυρσηνίσιν ἧσθε μένοντες,
  15. ἠῶθεν δὲ θοῆς πρυμνήσια λύετε νηός,
  16. Ἥρῃ πειθόμενοι ἐπαρηγόνι. τῆς γὰρ ἐφετμῇς
  17. πασσυδίῃ κοῦραι Νηρηίδες ἀντιόωσιν,
  18. νῆα διὲκ πέτρας, αἵ τε Πλαγκταὶ καλέονται,
  19. ῥυσόμεναι. κείνη γὰρ ἐναίσιμος ὔμμι κέλευθος.
  20. ἀλλὰ σὺ μή τῳ ἐμὸν δείξῃς δέμας, εὖτʼ ἂν ἴδηαι