Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. δείματι, μή τις ἑοῦ ἀντάξιος ἄλλος ἀνάσσοι
  2. ἀθανάτων, ἀλλʼ αἰὲν ἑὸν κράτος εἰρύοιτο.
  3. αὐτὰρ ἐγὼ τὸν ἄριστον ἐπιχθονίων πόσιν εἶναι
  4. δῶκά τοι, ὄφρα γάμου θυμηδέος ἀντιάσειας,
  5. τέκνα τε φιτύσαιο· θεοὺς δʼ ἐς δαῖτʼ ἐκάλεσσα
  6. πάντας ὁμῶς· αὐτὴ δὲ σέλας χείρεσσιν ἀνέσχον
  7. νυμφίδιον, κείνης ἀγανόφρονος εἵνεκα τιμῆς.
  8. ἀλλʼ ἄγε καί τινά τοι νημερτέα μῦθον ἐνίψω.
  9. εὖτʼ ἂν ἐς Ἠλύσιον πεδίον τεὸς υἱὸς ἵκηται,
  10. ὃν δὴ νῦν Χείρωνος ἐν ἤθεσι Κενταύροιο
  11. νηιάδες κομέουσι τεοῦ λίπτοντα γάλακτος,
  12. χρειώ μιν κούρης πόσιν ἔμμεναι Αἰήταο
  13. Μηδείης· σὺ δʼ ἄρηγε νυῷ ἑκυρή περ ἐοῦσα,
  14. ἠδʼ αὐτῷ Πηλῆι. τί τοι χόλος ἐστήρικται;
  15. ἀάσθη. καὶ γάρ τε θεοὺς ἐπινίσσεται ἄτη.
  16. ναὶ μὲν ἐφημοσύνῃσιν ἐμαῖς Ἥφαιστον ὀίω
  17. λωφήσειν πρήσοντα πυρὸς μένος, Ἱπποτάδην δὲ
  18. Αἴολον ὠκείας ἀνέμων ἄικας ἐρύξειν,
  19. νόσφιν ἐυσταθέος ζεφύρου, τείως κεν ἵκωνται
  20. Φαιήκων λιμένας· σὺ δʼ ἀκηδέα μήδεο νόστον.