Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ‘κέκλυθι νῦν, Θέτι δῖα, τά τοι ἐπιέλδομʼ ἐνισπεῖν.
  2. οἶσθα μέν, ὅσσον ἐμῇσιν ἐνὶ φρεσὶ τίεται ἥρως
  3. Αἰσονίδης, οἱ δʼ ἄλλοι ἀοσσητῆρες ἀέθλου,
  4. οἵως τέ σφʼ ἐσάωσα διὰ πλαγκτὰς περόωντας
  5. πέτρας, ἔνθα πάρος δειναὶ βρομέουσι θύελλαι,
  6. κύματά τε σκληρῇσι περιβλύει σπιλάδεσσιν.
  7. νῦν δὲ παρὰ Σκύλλης σκόπελον μέγαν ἠδὲ Χάρυβδιν
  8. δεινὸν ἐρευγομένην δέχεται ὁδός. ἀλλά σε γὰρ δὴ
  9. ἐξέτι νηπυτίης αὐτὴ τρέφον ἠδʼ ἀγάπησα
  10. ἔξοχον ἀλλάων, αἵ τʼ εἰν ἁλὶ ναιετάουσιν,
  11. οὕνεκεν οὐκ ἔτλης εὐνῇ Διὸς ἱεμένοιο
  12. λέξασθαι. κείνῳ γὰρ ἀεὶ τάδε ἔργα μέμηλεν,
  13. ἠὲ σὺν ἀθανάταις ἠὲ θνητῇσιν ἰαύειν.
  14. ἀλλʼ ἐμὲ αἰδομένη καὶ ἐνὶ φρεσὶ δειμαίνουσα,
  15. ἠλεύω· ὁ δʼ ἔπειτα πελώριον ὅρκον ὄμοσσεν,
  16. μήποτέ σʼ ἀθανάτοιο θεοῦ καλέεσθαι ἄκοιτιν.
  17. ἔμπης δʼ οὐ μεθίεσκεν ὀπιπεύων ἀέκουσαν,
  18. εἰσότε οἱ πρέσβειρα Θέμις κατέλεξεν ἅπαντα,
  19. ὡς δή τοι πέπρωται ἀμείνονα πατρὸς ἑοῖο
  20. παῖδα τεκεῖν· τῶ καί σε λιλαιόμενος μεθέηκεν,