Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. νηλειεῖς ἱκέται, ὅτʼ ἐφέστιοι ἀντιόωσιν.
  2. πρῶτα μὲν ἀτρέπτοιο λυτήριον ἥγε φόνοιο
  3. τειναμένη καθύπερθε συὸς τέκος, ἧς ἔτι μαζοὶ
  4. πλήμμυρον λοχίης ἐκ νηδύος, αἵματι χεῖρας
  5. τέγγεν, ἐπιτμήγουσα δέρην· αὖτις δὲ καὶ ἄλλοις
  6. μείλισσεν χύτλοισι, καθάρσιον ἀγκαλέουσα
  7. Ζῆνα, παλαμναίων τιμήορον ἱκεσιάων.
  8. καὶ τὰ μὲν ἀθρόα πάντα δόμων ἐκ λύματʼ ἔνεικαν
  9. νηιάδες πρόπολοι, ταί οἱ πόρσυνον ἕκαστα.
  10. ἡ δʼ εἴσω πελάνους μείλικτρά τε νηφαλίῃσιν
  11. καῖεν ἐπʼ εὐχωλῇσι παρέστιος, ὄφρα χόλοιο
  12. σμερδαλέας παύσειεν Ἐρινύας, ἠδὲ καὶ αὐτὸς
  13. εὐμειδής τε πέλοιτο καὶ ἤπιος ἀμφοτέροισιν,
  14. εἴτʼ οὖν ὀθνείῳ μεμιασμένοι αἵματι χεῖρας,
  15. εἴτε καὶ ἐμφύλῳ προσκηδέες ἀντιόωσιν.
  16. αὐτὰρ ἐπεὶ μάλα πάντα πονήσατο, δή τότʼ ἔπειτα
  17. εἷσεν ἐπὶ ξεστοῖσιν ἀναστήσασα θρόνοισιν,
  18. καὶ δʼ αὐτὴ πέλας ἷζεν ἐνωπαδίς. αἶψα δὲ μύθῳ
  19. χρειὼ ναυτιλίην τε διακριδὸν ἐξερέεινεν.
  20. ἠδʼ ὁπόθεν μετὰ γαῖαν ἑὴν καὶ δώματʼ ἰόντες