Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Κίρκης εἴς τε φυήν, εἴς τʼ ὄμματα παπταίνοντες
  2. ῥεῖα κασιγνήτην φάσαν ἔμμεναι Αἰήταο.
  3. ἡ δʼ ὅτε δὴ νυχίων ἀπὸ δείματα πέμψεν ὀνείρων,
  4. αὐτίκʼ ἔπειτʼ ἄψορρον ἀπέστιχε· τοὺς δʼ ἅμʼ ἕπεσθαι,
  5. χειρὶ καταρρέξασα, δολοφροσύνῃσιν ἄνωγεν.
  6. ἔνθʼ ἤτοι πληθὺς μὲν ἐφετμαῖς Αἰσονίδαο
  7. μίμνεν ἀπηλεγέως· ὁ δʼ ἐρύσσατο Κολχίδα κούρην.
  8. ἄμφω δʼ ἑσπέσθην αὐτὴν ὁδόν, ἔστʼ ἀφίκοντο
  9. Κίρκης ἐς μέγαρον· τοὺς δʼ ἐν λιπαροῖσι κέλευεν
  10. ἥγε θρόνοις ἕζεσθαι, ἀμηχανέουσα κιόντων.
  11. τὼ δʼ ἄνεῳ καὶ ἄναυδοι ἐφʼ ἑστίῃ ἀίξαντε
  12. ἵζανον, ἥ τε δίκη λυγροῖς ἱκέτῃσι τέτυκται,
  13. ἡ μὲν ἐπʼ ἀμφοτέραις θεμένη χείρεσσι μέτωπα,
  14. αὐτὰρ ὁ κωπῆεν μέγα φάσγανον ἐν χθονὶ πήξας,
  15. ᾧπέρ τʼ Αἰήταο πάιν κτάνεν· οὐδέ ποτʼ ὄσσε
  16. ἰθὺς ἐνὶ βλεφάροισιν ἀνέσχεθον. αὐτίκα δʼ ἔγνω
  17. Κίρκη φύξιον οἶτον ἀλιτροσύνας τε φόνοιο.
  18. τῶ καὶ ὀπιζομένη Ζηνὸς θέμιν Ἱκεσίοιο,
  19. ὃς μέγα μὲν κοτέει, μέγα δʼ ἀνδροφόνοισιν ἀρήγει,
  20. ῥέζε θυηπολίην, οἵῃ τʼ ἀπολυμαίνονται