Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. αὔτως ἱδρύνθησαν ἐφέστιοι. ἦ γὰρ ὀνείρων
  2. μνῆστις ἀεικελίη δῦνεν φρένας ὁρμαίνουσαν·
  3. ἵετο δʼ αὖ κούρης ἐμφύλιον ἴδμεναι ὀμφήν,
  4. αὐτίχʼ ὅπως ἐνόησεν ἀπʼ οὔδεος ὄσσε βαλοῦσαν.
  5. πᾶσα γὰρ Ἠελίου γενεὴ ἀρίδηλος ἰδέσθαι
  6. ἦεν, ἐπεὶ βλεφάρων ἀποτηλόθι μαρμαρυγῇσιν
  7. οἷόν τέ χρυσέην ἀντώπιον ἵεσαν αἴγλην.
  8. ἡ δʼ ἄρα τῇ τὰ ἕκαστα διειρομένῃ κατελεξεν,
  9. Κολχίδα γῆρυν ἱεῖσα, βαρύφρονος Αἰήταο
  10. κούρη μειλιχίως, ἠμὲν στόλον ἠδὲ κελεύθους
  11. ἡρώων, ὅσα τʼ ἀμφὶ θοοῖς ἐμόγησαν ἀέθλοις,
  12. ὥς τε κασιγνήτης πολυκηδέος ἤλιτε βουλαῖς,
  13. ὥς τʼ ἀπονόσφιν ἄλυξεν ὑπέρβια δείματα πατρὸς
  14. σὺν παισὶν Φρίξοιο· φόνον δʼ ἀλέεινεν ἐνισπεῖν
  15. Ἀψύρτου. τὴν δʼ οὔτι νόῳ λάθεν· ἀλλὰ καὶ ἔμπης
  16. μυρομένην ἐλέαιρεν, ἔπος δʼ ἐπὶ τοῖον ἔειπεν·
  17. ‘σχετλίη, ἦ ῥα κακὸν καὶ ἀεικέα μήσαο νόστον.
  18. ἔλπομαι οὐκ ἐπὶ δήν σε βαρὺν χόλον Αἰήταο
  19. ἐκφυγέειν· τάχα δʼ εἶσι καὶ Ἑλλάδος ἤθεα γαίης
  20. τισόμενος φόνον υἷος, ὅτʼ ἄσχετα ἔργʼ ἐτέλεσσας.