Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. εὗρον ἁλὸς νοτίδεσσι κάρη ἐπιφαιδρύνουσαν·
  2. τοῖον γὰρ νυχίοισιν ὀνείρασιν ἐπτοίητο.
  3. αἵματί οἱ θάλαμοί τε καὶ ἕρκεα πάντα δόμοιο
  4. μύρεσθαι δόκεον· φλὸξ δʼ ἀθρόα φάρμακʼ ἔδαπτεν,
  5. οἷσι πάρος ξείνους θέλγʼ ἀνέρας, ὅστις ἵκοιτο·
  6. τὴν δʼ αὐτὴ φονίῳ σβέσεν αἵματι πορφύρουσαν,
  7. χερσὶν ἀφυσσαμένη· λῆξεν δʼ ὀλοοῖο φόβοιο.
  8. τῶ καὶ ἐπιπλομένης ἠοῦς νοτίδεσσι θαλάσσης
  9. ἐγρομένη πλοκάμους τε καὶ εἵματα φαιδρύνεσκεν.
  10. θῆρες δʼ οὐ θήρεσσιν ἐοικότες ὠμηστῇσιν,
  11. οὐδὲ μὲν οὐδʼ ἄνδρεσσιν ὁμὸν δέμας, ἄλλο δʼ ἀπʼ ἄλλων
  12. συμμιγέες μελέων, κίον ἀθρόοι, ἠύτε μῆλα
  13. ἐκ σταθμῶν ἅλις εἶσιν ὀπηδεύοντα νομῆι.
  14. τοίους καὶ προτέρης ἐξ ἰλύος ἐβλάστησε
  15. χθὼν αὐτὴ μικτοῖσιν ἀρηρεμένους μελέεσσιν,
  16. οὔπω διψαλέῳ μάλʼ ὑπʼ ἠέρι πιληθεῖσα,
  17. οὐδέ πω ἀζαλέοιο βολαῖς τόσον ἠελίοιο
  18. ἰκμάδας αἰνυμένη· τὰ δʼ ἐπὶ στίχας ἤγαγεν αἰὼν
  19. συγκρίνας· τὼς οἵγε φυὴν ἀίδηλοι ἕποντο.
  20. ἥρωας δʼ ἕλε θάμβος ἀπείριτον· αἶψα δʼ ἕκαστος