Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τυφομένου Φαέθοντος ἐπιρροαὶ Ἠριδανοῖο·
  2. νύκτας δʼ αὖ γόον ὀξὺν ὀδυρομένων ἐσάκουον
  3. Ἡλιάδων λιγέως· τὰ δὲ δάκρυα μυρομένῃσιν
  4. οἷον ἐλαιηραὶ στάγες ὕδασιν ἐμφορέοντο.
  5. ἐκ δὲ τόθεν Ῥοδανοῖο βαθὺν ῥόον εἰσαπέβησαν,
  6. ὅς τʼ εἰς Ἠριδανὸν μετανίσσεται· ἄμμιγα δʼ ὕδωρ
  7. ἐν ξυνοχῇ βέβρυκε κυκώμενον. αὐτὰρ ὁ γαίης
  8. ἐκ μυχάτης, ἵνα τʼ εἰσὶ πύλαι καὶ ἐδέθλια Νυκτός,
  9. ἔνθεν ἀπορνύμενος τῇ μέν τʼ ἐπερεύγεται ἀκτὰς
  10. Ὠκεανοῦ, τῇ δʼ αὖτε μετʼ Ἰονίην ἅλα βάλλει,
  11. τῇ δʼ ἐπὶ Σαρδόνιον πέλαγος καὶ ἀπείρονα κόλπον
  12. ἑπτὰ διὰ στομάτων ἵει ῥόον. ἐκ δʼ ἄρα τοῖο
  13. λίμνας εἰσέλασαν δυσχείμονας, αἵ τʼ ἀνὰ Κελτῶν
  14. ἤπειρον πέπτανται ἀθέσφατον· ἔνθα κεν οἵγε
  15. ἄτῃ ἀεικελίῃ πέλασαν. φέρε γάρ τις ἀπορρὼξ
  16. κόλπον ἐς Ὠκεανοῖο, τὸν οὐ προδαέντες ἔμελλον
  17. εἰσβαλέειν, τόθεν οὔ κεν ὑπότροποι ἐξεσάωθεν.
  18. ἀλλʼ Ἥρη σκοπέλοιο καθʼ Ἑρκυνίου ἰάχησεν
  19. οὐρανόθεν προθοροῦσα· φόβῳ δʼ ἐτίναχθεν ἀυτῆς
  20. πάντες ὁμῶς· δεινὸν γὰρ ἐπὶ μέγας ἔβραχεν αἰθήρ.