Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἂψ δὲ παλιντροπόωντο θεᾶς ὕπο, καί ῥʼ ἐνόησαν
  2. τὴν οἶμον, τῇπέρ τε καὶ ἔπλετο νόστος ἰοῦσιν.
  3. δηναιοὶ δʼ ἀκτὰς ἁλιμυρέας εἰσαφίκοντο
  4. Ἥρης ἐννεσίῃσι, διʼ ἔθνεα μυρία Κελτῶν
  5. καὶ Λιγύων περόωντες ἀδήιοι. ἀμφὶ γὰρ αἰνὴν
  6. ἠέρα χεῦε θεὰ πάντʼ ἤματα νισσομένοισιν.
  7. μεσσότατον δʼ ἄρα τοίγε διὰ στόμα νηὶ βαλόντες
  8. Στοιχάδας εἰσαπέβαν νήσους σόοι εἵνεκα κούρων
  9. Ζηνός· ὃ δὴ βωμοί τε καὶ ἱερὰ τοῖσι τέτυκται
  10. ἔμπεδον· οὐδʼ οἶον κείνης ἐπίκουροι ἕποντο
  11. ναυτιλίης· Ζεὺς δέ σφι καὶ ὀψιγόνων πόρε νῆας.
  12. Στοιχάδας αὖτε λιπόντες ἐς Αἰθαλίην ἐπέρησαν
  13. νῆσον, ἵνα ψηφῖσιν ἀπωμόρξαντο καμόντες
  14. ἱδρῶ ἅλις· χροιῇ δὲ κατʼ αἰγιαλοῖο κέχυνται
  15. εἴκελαι· ἐν δὲ σόλοι καὶ τεύχεα θέσκελα κείνων·
  16. ἐν δὲ λιμὴν Ἀργῷος ἐπωνυμίην πεφάτισται.
  17. καρπαλίμως δʼ ἐνθένδε διὲξ ἁλὸς οἶδμα νέοντο
  18. Αὐσονίης ἀκτὰς Τυρσηνίδας εἰσορόωντες·
  19. ἷξον δʼ Αἰαίης λιμένα κλυτόν· ἐκ δʼ ἄρα νηὸς
  20. πείσματʼ ἐπʼ ἠιόνων σχεδόθεν βάλον. ἔνθα δὲ Κίρκην