Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. φλογμῷ ἐπιθρώσκει πεποτημένος. ἀμφὶ δὲ κοῦραι
  2. Ἡλιάδες ταναῇσιν ἐελμέναι αἰγείροισιν,
  3. μύρονται κινυρὸν μέλεαι γόον· ἐκ δὲ φαεινὰς
  4. ἠλέκτρου λιβάδας βλεφάρων προχέουσιν ἔραζε,
  5. αἱ μέν τʼ ἠελίῳ ψαμάθοις ἔπι τερσαίνονται·
  6. εὖτʼ ἂν δὲ κλύζῃσι κελαινῆς ὕδατα λίμνης
  7. ἠιόνας πνοιῇ πολυηχέος ἐξ ἀνέμοιο,
  8. δὴ τότʼ ἐς Ἠριδανὸν προκυλίνδεται ἀθρόα πάντα
  9. κυμαίνοντι ῥόῳ. Κελτοὶ δʼ ἐπὶ βάξιν ἔθεντο,
  10. ὡς ἄρʼ Ἀπόλλωνος τάδε δάκρυα Λητοΐδαο
  11. ἐμφέρεται δίναις, ἅ τε μυρία χεῦε πάροιθεν,
  12. ἦμος Ὑπερβορέων ἱερὸν γένος εἰσαφίκανεν,
  13. οὐρανὸν αἰγλήεντα λιπὼν ἐκ πατρὸς ἐνιπῆς,
  14. χωόμενος περὶ παιδί, τὸν ἐν λιπαρῇ Λακερείῃ
  15. δῖα Κορωνὶς ἔτικτεν ἐπὶ προχοῇς Ἀμύροιο.
  16. καὶ τὰ μὲν ὧς κείνοισι μετʼ ἀνδράσι κεκλήισται.
  17. τοὺς δʼ οὔτε βρώμης ᾕρει πόθος, οὐδὲ ποτοῖο,
  18. οὔτʼ ἐπὶ γηθοσύνας τράπετο νόος. ἀλλʼ ἄρα τοίγε
  19. ἤματα μὲν στρεύγοντο περιβληχρὸν βαρύθοντες
  20. ὀδμῇ λευγαλέῃ, τήν ῥʼ ἄσχετον ἐξανίεσκον