Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. κείαται ὀστέα κεῖνα μετʼ ἀνδράσιν Ἀψυρτεῦσιν.
  2. οἱ δʼ ἄμυδις πυρσοῖο σέλας προπάροιθεν ἰδόντες,
  3. τό σφιν παρθενικὴ τέκμαρ μετιοῦσιν ἄειρεν,
  4. Κολχίδος ἀγχόθι νηὸς ἑὴν παρὰ νῆʼ ἐβάλοντο
  5. ἥρωες· Κόλχον δʼ ὄλεκον στόλον, ἠύτε κίρκοι
  6. φῦλα πελειάων, ἠὲ μέγα πῶυ λέοντες
  7. ἀγρότεροι κλονέουσιν ἐνὶ σταθμοῖσι θορόντες.
  8. οὐδʼ ἄρα τις κείνων θάνατον φύγε, πάντα δʼ ὅμιλον
  9. πῦρ ἅ τε δηιόωντες ἐπέδραμον· ὀψὲ δʼ Ἰήσων
  10. ἤντησεν, μεμαὼς ἐπαμυνέμεν οὐ μάλʼ ἀρωγῆς
  11. δευομένοις· ἤδη δὲ καὶ ἀμφʼ αὐτοῖο μέλοντο.
  12. ἔνθα δὲ ναυτιλίης πυκινὴν περὶ μητιάασκον
  13. ἑζόμενοι βουλήν· ἐπὶ δέ σφισιν ἤλυθε κούρη
  14. φραζομένοις· Πηλεὺς δὲ παροίτατος ἔκφατο μῦθον·
  15. ‘ἤδη νῦν κέλομαι νύκτωρ ἔτι νῆʼ ἐπιβάντας
  16. εἰρεσίῃ περάαν πλόον ἀντίον, ᾧ ἐπέχουσιν
  17. δήιοι· ἠῶθεν γὰρ ἐπαθρήσαντας ἕκαστα
  18. ἔλπομαι οὐχ ἕνα μῦθον, ὅτις προτέρωσε δίεσθαι
  19. ἡμέας ὀτρυνέει, τοὺς πεισέμεν· οἷα δʼ ἄνακτος
  20. εὔνιδες, ἀργαλέῃσι διχοστασίῃς κεδόωνται.