Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ῥηιδίη δέ κεν ἄμμι, κεδασθέντων δίχα λαῶν,
  2. ἤ τʼ εἴη μετέπειτα κατερχομένοισι κέλευθος.’
  3. ὧς ἔφατʼ· ᾔνησαν δὲ νέοι ἔπος Λἰακίδαο.
  4. ῥίμφα δὲ νῆʼ ἐπιβάντες ἐπερρώοντʼ ἐλάτῃσιν
  5. νωλεμές, ὄφρʼ ἱερὴν Ἠλεκτρίδα νῆσον ἵκοντο,
  6. ἀλλάων ὑπάτην, ποταμοῦ σχεδὸν Ἠριδανοῖο.
  7. Κόλχοι δʼ ὁππότʼ ὄλεθρον ἐπεφράσθησαν ἄνακτος,
  8. ἤτοι μὲν δίζεσθαι ἐπέχραον ἔνδοθι πάσης
  9. Ἀργὼ καὶ Μινύας Κρονίης ἁλός. ἀλλʼ ἀπέρυκεν
  10. Ἥρη σμερδαλέῃσι κατʼ αἰθέρος ἀστεροπῇσιν.
  11. ὕστατον αὐτοὶ δʼ αὖτε Κυταιίδος ἤθεα γαίης
  12. στύξαν, ἀτυζόμενοι χόλον ἄγριον Αἰήταο,
  13. ἔμπεδα δʼ ἄλλυδις ἄλλοι ἐφορμηθέντες ἔνασθεν.
  14. οἱ μὲν ἐπʼ αὐτάων νήσων ἔβαν, ᾗσιν ἐπέσχον
  15. ἥρωες, ναίουσι δʼ ἐπώνυμοι Ἀψύρτοιο·
  16. οἱ δʼ ἄρʼ ἐπʼ Ἰλλυρικοῖο μελαμβαθέος ποταμοῖο,
  17. τύμβος ἵνʼ Ἁρμονίης Κάδμοιό τε, πύργον ἔδειμαν,
  18. ἀνδράσιν Ἐγχελέεσσιν ἐφέστιοι· οἱ δʼ ἐν ὄρεσσιν
  19. ἐνναίουσιν, ἅπερ τε Κεραύνια κικλήσκονται,
  20. ἐκ τόθεν, ἐξότε τούσγε Διὸς Κρονίδαο κεραυνοὶ