Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. χειμερίης, ἣν οὐδὲ διʼ αἰζηοὶ περόωσιν.
  2. εἴ κε δόλον ξείνοισιν ἐπʼ ἀνδράσι τεχνήσαιτο.
  3. καὶ τὼ μὲν τὰ ἕκαστα συνῄνεον ἀλλήλοισιν·
  4. αὐτίκα δʼ Αἰσονίδης πυκινοῦ ἐξᾶλτο λόχοιο,
  5. γυμνὸν ἀνασχόμενος παλάμῃ ξίφος· αἶψα δὲ κούρη
  6. ἔμπαλιν ὄμματʼ ἔνεικε, καλυψαμένη ὀθόνῃσιν,
  7. μὴ φόνον ἀθρήσειε κασιγνήτοιο τυπέντος.
  8. τὸν δʼ ὅγε, βουτύπος ὥστε μέγαν κερεαλκέα ταῦρον,
  9. πλῆξεν ὀπιπεύσας νηοῦ σχεδόν, ὅν ποτʼ ἔδειμαν
  10. Ἀρτέμιδι Βρυγοὶ περιναιέται ἀντιπέρηθεν.
  11. τοῦ ὅγʼ ἐνὶ προδόμῳ γνὺξ ἤριπε· λοίσθια δʼ ἥρως
  12. θυμὸν ἀναπνείων χερσὶν μέλαν ἀμφοτέρῃσιν
  13. αἷμα κατʼ ὠτειλὴν ὑποΐσχετο· τῆς δὲ καλύπτρην
  14. ἀργυφέην καὶ πέπλον ἀλευομένης ἐρύθηνεν.
  15. ὀξὺ δὲ πανδαμάτωρ λοξῷ ἴδεν οἷον ἔρεξαν
  16. ὄμματι νηλειὴς ὀλοφώιον ἔργον Ἐρινύς.
  17. ἥρως δʼ Αἰσονίδης ἐξάργματα τάμνε θανόντος,
  18. τρὶς δʼ ἀπέλειξε φόνου, τρὶς δʼ ἐξ ἄγος ἔπτυσʼ ὀδόντων,
  19. ἣ θέμις αὐθέντῃσι δολοκτασίας ἱλάεσθαι.
  20. ὑγρὸν δʼ ἐν γαίῃ κρύψεν νέκυν, ἔνθʼ ἔτι νῦν περ