Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. βήσατʼ ἐπʼ ἰκριόφιν· χειρὸς δέ ἑ χειρὶ μεμαρπὼς
  2. Αἰσονίδης ἐκόμιζε διὰ κληῖδας ἰοῦσαν.
  3. ἔνθα δʼ ἀοιδῇσιν μειλίσσετο, μέλπε δὲ Κῆρας
  4. θυμοβόρους, Ἀίδαο θοὰς κύνας, αἳ περὶ πᾶσαν
  5. ἠέρα δινεύουσαι ἐπὶ ζωοῖσιν ἄγονται.
  6. τὰς γουναζομένη τρὶς μὲν παρεκέκλετʼ ἀοιδαῖς,
  7. τρὶς δὲ λιταῖς· θεμένη δὲ κακὸν νόον, ἐχθοδοποῖσιν
  8. ὄμμασι χαλκείοιο Τάλω ἐμέγηρεν ὀπωπάς·
  9. λευγαλέον δʼ ἐπί οἱ πρῖεν χόλον, ἐκ δʼ ἀίδηλα
  10. δείκηλα προΐαλλεν, ἐπιζάφελον κοτέουσα.
  11. Ζεῦ πάτερ, ἦ μέγα δή μοι ἐνὶ φρεσὶ θάμβος ἄηται,
  12. εἰ δὴ μὴ νούσοισι τυπῇσί τε μοῦνον ὄλεθρος
  13. ἀντιάει, καὶ δή τις ἀπόπροθεν ἄμμε χαλέπτει.
  14. ὧς ὅγε χάλκειός περ ἐὼν ὑπόειξε δαμῆναι
  15. Μηδείης βρίμῃ πολυφαρμάκου. ἂν δὲ βαρείας
  16. ὀχλίζων λάιγγας, ἐρυκέμεν ὅρμον ἱκέσθαι.
  17. πετραίῳ στόνυχι χρίμψε σφυρόν· ἐκ δέ οἱ ἰχὼρ
  18. τηκομένῳ ἴκελος μολίβῳ ῥέεν· οὐδʼ ἔτι δηρὸν
  19. εἱστήκει προβλῆτος ἐπεμβεβαὼς σκοπέλοιο.
  20. ἀλλʼ ὥς τίς τʼ ἐν ὄρεσσι πελωρίη ὑψόθι πεύκη,